Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὄμματι Γοργείῳ βροτέην μετάμειψον ὀπωπὴν
  2. εἰς βρέτας αὐτοτέλεστον ὁμοίιον· ἀντιτύπῳ δὲ
  3. κάλλεϊ πετρήεντι τεὰς κόσμησον ἀγυιάς,
  4. Ἰναχίαις ἀγορῇσιν ἀγάλματα ποικίλα τεύχων.
  5. τί τρομέεις Διόνυσον, ὄν οὐ Διὸς ἤροσαν εὐναί;
  6. εἰπέ, τί σοι ῥέξειε;μετάρσιον ἠεροφοίτην
  7. πεζὸς ὑπὲρ δαπέδοιο πότε πτερόεντα κιχήσει;
  8. ἔννεπε θαρσύνουσα· καὶ εἰς μόθον ἔπτατο Περσεύς.
  9. καὶ ναέτας καλέουσα Πελασγιὰς ἔβρεμε σάλπιγξ,
  10. ὧν ὁ μὲν αἰχμητῆρος ἐκούφισε Λυγκέος αἰχμήν,
  11. ὅς δὲ παλαιοτέροιο Φορωνέος, ὅς δὲ Πελασγοῦ,
  12. ἄλλος ἀνηέρταζεν Ἀβαντίδα χειρὶ βοείην
  13. καὶ μελίην Προίτοιο, καὶ Ἀκρισίοιο φαρέτρην
  14. ἄλλος ἀνὴρ κούφιζεν, ὁ δὲ θρασὺς εἰς μόθον ἔστη
  15. ἆορ ἔχων Δαναοῖο, τὸ πέρ ποτε γυμνὸν ἀείρων
  16. θυγατέρας θώρηξεν ἐς ἀνδροφόνους ὑμεναίους,
  17. ἄλλος ἔην κρατέων πέλεκυν μέγαν, ὃν παρὰ βωμῷ
  18. Ἴναχος ἀστυόχοιο θυηπόλος ἔνθεος Ἥρης
  19. ἵστατο κουφίζων βοέων τμητῆρα μετώπων.
  20. καὶ στρατὸς ἐγρεκύδοιμος ἀερσιπόδων ὑπὲρ ἵππων