Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μὴ τρομέοις ἔνα μοῦνον ὄφιν ζωστῆρα κομάων,
  2. ὅττι δαφοινήεσσα τεὴ θηροκτόνος ἅρπη
  3. λήια τοσσατίων ὀφίων ἤμησε Μεδούσης·
  4. Βασσαρίδων δὲ φάλαγγι κορύσσεο· χαλκορόφου δὲ
  5. μνώεο παρθενεῶνος, ὅπῃ Δανάης διὰ κόλπου
  6. χρύσεον ὄμβρον ἔχευε γαμοκλόπον ὑέτιος Ζεύς,
  7. μὴ Δανάη μετὰ λέκτρα, μετὰ χρυσέους ὑμεναίους
  8. οὐτιδανῷ γόνυ δοῦλον ὑπογνάμψειε Λυαίῳ·
  9. δεῖξον, ὅτι Κρονίωνος ἐτήτυμον αἷμα κομίζεις,
  10. δεῖξον, ὅτι χρύσειον ἔχεις γένος, οὐρανίου δὲ
  11. λέκτρα τεοῦ κήρυξον ἐχεκτεάνου νιφετοῖο·
  12. καὶ Σατύροις πολέμιζε· κορυσσομένῳ δὲ Λυαίῳ
  13. φοίνιον ὄμμα τίταινε δρακοντοκόμοιο Μεδούσης,
  14. καὶ μετὰ πικρὸν ἄνακτα πολυκλύστοιο Σερίφου
  15. λαΐνεον νέον ἄλλον ἐσαθρήσω Πολυδέκτην.
  16. σὺν σοὶ πανδαμάτειρα κορύσσεται Ἀργολὶς Ἥρη
  17. μητρυιὴ Βρομίοιο προασπίζων δὲ Μυκήνης
  18. σὴν δρεπάνην κούφιζε σαόπτολιν, ὄφρα νοήσω
  19. ἑσπομένην Περσῆι δορικτήτην Ἀριάδνην·
  20. κτεῖνε βοοκραίρων Σατύρων στίχα· Βασσαρίδων δὲ