Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐκ ἄγαμαί ποτε τοῦτον ἐγὼ πρόμον· ἐν παλάμῃ γὰρ
  2. ποῖον ἔχει δόρυ θοῦρον Ἀρήιον; ἴσχεο, Περσεῦ·
  3. Γοργοφόνῳ δρεπάνῃ μὴ μάρναο θήλεϊ κισσῷ·
  4. μὴ σέο χεῖρα μίαινε γυναικείοισι κοθόρνοις·
  5. μὴ κυνέην Ἀίδαο τεοῖς κροτάφοισι τινάξῃς
  6. στέμματος ἀμπελόεντος ἐναντίον· ἢν δʼ ἐθελήσῃς,
  7. Ἀνδρομέδην θώρηξον ἀθωρήκτῳ Διονύσῳ·
  8. χάζεό μοι, Διόνυσε, καὶ ἵππιον Ἄργος ἐάσας
  9. Θήβης ἑπταπύλοιο πάλιν βάκχευε γυναῖκας·
  10. κτεῖνε νέον Πενθῆα· τί Περσέι καὶ Διονύσῳ;
  11. Ἴναχον ὠκυρέεθρον ἀναίνεο· καί σε δεχέσθω
  12. Θήβης Ἀονίης ποταμὸς βραδύς· οὔ σε διδάξω
  13. Ἀσωπὸν βαρύγουνον ἔτι ζείοντα κεραυνῷ.
  14. τοῖον ἔπος κατέλεξεν ἐπεγγελόων Διονύσῳ.
  15. Ἀργείην δὲ φάλαγγα Πελασγιὰς ὥπλισεν Ἥρη·
  16. μαντιπόλῳ δʼ ἤικτο Μελάμποδι· χωομένη δὲ
  17. Γοργοφόνῳ Περσῆι μαχήμονα ῥήξατο φωνήν·
  18. Οὐρανίης βλάστημα γονῆς, κορυθαιόλε Περσεῦ,
  19. σὴν δρεπάνην ἀνάειρε, μὴ ἀπτολέμῳ τινὶ θύρσῳ
  20. ἀδρανέες τεὸν Ἄργος ἀιστώσωσι γυναῖκες