Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ θαλάμους ἐλίγαινεν Ἁμαδρυάς, ἀμφὶ δὲ πηγαῖς
  2. νηιὰς ἀκρήδεμνος ἀσάμβαλος ᾔνεσε Νύμφη
  3. δαίμονι βοτρυόεντι συναπτομένην Ἀριάδνην·
  4. Ὀρτυγίη δʼ ὀλόλυζε, πολισσούχοιο δὲ Φοίβου
  5. γνωτῷ νυμφίον ὕμνον ἀνακρούουσα Λυαίῳ
  6. εἰς χορὸν ἐσκίρτησε καὶ ἀστυφέλικτος ἐοῦσα.
  7. πορφυρέοις δὲ ῥόδοισι περίτροχον ἄνθος ἐρέπτων
  8. μάντις Ἔρως πυρόεις στέφος ἔπλεκε, σύγχροον ἄστρων,
  9. οὐρανίου Στεφάνοιο προάγγελον· ἀμφὶ νύμφης
  10. Ναξιάδος σκίρτησε γαμοστόλος ἐσμὸς Ἐρώτων.
  11. καὶ ζυγίοις θαλάμοισιν ὁμιλήσας ὑμεναίοις
  12. Χρυσοπάτωρ πολύπαιδα γονὴν ἔσπειρεν ἀκοίτης.
  13. καὶ δολιχὴν πολιοῖο χρόνου στροφάλιγγα κυλίνδων
  14. μητέρος εὐώδινος ἑῆς ἐμνήσατο Ῥείης·
  15. καὶ Χαρίτων πλήθουσαν ἀμεμφέα Νάξον ἐάσας
  16. Ἑλλάδος ἄστεα πάντα μετήιεν· ἱπποβότου δὲ
  17. Ἄργεος ἐγγὺς ἵκανε, καὶ εἰ λάχεν Ἴναχον Ἥρη.
  18. οἱ δέ μιν οὐκ ἐδέχοντο, χοροπλεκέας δὲ γυναῖκας
  19. καὶ Σατύρους ἐδίωκον, ἀπηρνήσαντο δὲ θύρσους,
  20. μή ποτε δηλήσαιτο Πελασγικὸν ἕδρανον Ἥρη