Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐ Διὶ παμμεδέοντι πανείκελος ἔπλετο Μίνως,
  2. σὸς γενέτης· οὐ Κνωσσὸς ὁμοίιός ἐστιν Ὀλύμπῳ.
  3. οὐδὲ μάτην στόλος οὗτος ἐμῆς ἀπεβήσατο Νάξου,
  4. ἀλλὰ Πόθος σε φύλαξεν ἀρειοτέροις ὑμεναίοις·
  5. ὀλβίη, ὅττι λιποῦσα χερείονα Θησέος εὐνὴν
  6. δέμνιον ἱμερόεντος ἐσαθρήσεις Διονύσου.
  7. τί πλέον ἤθελες εὖχος ὑπέρτερον; ἀμφότερον γὰρ
  8. οὐρανὸν οἶκον ἔχεις, ἑκυρὸς δέ σοί ἐστι Κρονίων.
  9. οὔ σοι Κασσιέπεια δυνήσεται ἰσοφαρίζειν
  10. παιδὸς ἑῆς διὰ κόσμον Ὀλύμπιον· αἰθερίους γὰρ
  11. δεσμοὺς Ἀνδρομέδῃ καὶ ἐν ἄστρασιν ὤπασε Περσεύς·
  12. ἀλλά σοι ἀστερόεν τελέσω στέφος, ὥς κεν ἀκούσῃς
  13. εὐνέτις αἰγλήεσσα φιλοστεφάνου Διονύσου.
  14. εἶπε παρηγορέων· καὶ ἐπάλλετο χάρματι κούρη
  15. μνῆστιν ὅλην Θησῆος ἀπορρίψασα θαλάσσῃ,
  16. οὐρανίου μνηστῆρος ὑποσχεσίην ὑμεναίων
  17. δεξαμένη. καὶ παστὸν Ἔρως ἐπεκόσμεε Βάκχῳ·
  18. καὶ χορὸς ἐσμαράγησε γαμήλιος· ἀμφὶ δὲ παστῷ
  19. ἄνθεα πάντα τέθηλε· καὶ εἰαρινοῖσι πετήλοις
  20. Νάξον ἐκυκλώσαντο χορίτιδες Ὀρχομενοῖο·