Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ζηλήμων, βαρύμηνις ἐπιβρίθουσα Λυαίῳ·
  2. Σειληνοὺς δὲ γέροντας ἐρήτυον. ἀχνύμενος δὲ
  3. Ἰναχίδας Διόνυσος ὅλας οἴστρησε γυναῖκας·
  4. μυκηθμῷ δʼ ἀλάλαζον Ἀχαιίδες· ἀντομένοις δὲ
  5. ἔχραον ὲν τριόδοισιν· ἐπὶ σφετέροισι δὲ δειλαὶ
  6. ἀρτιτόκοις βρεφέεσσιν ἐπωξύνοντο μαχαίρας,
  7. ὦν ἡ μὲν ξίφος εἷλκε καὶ ἔκτανεν υἱέα μήτηρ,
  8. ἄλλη δὲ τριέτηρον ἀπηλοίησε γενέθλην,
  9. καί τις ἀνηκόντιζεν ἐς ἠέρα κοῦρον ἀλήτην
  10. εἰσέτι μαστεύοντα φίλον γλάγος· ὀλλυμένων δὲ
  11. Ἴναχος ἀρτιτόκων βρεφέων ἐπεμαίνετο πότμῳ·
  12. μήτηρ δʼ ἔκτανεν υἷα, καὶ οὐ πόθος ἔπλετο μαζῶν
  13. παιδοκόμων, οὐ μνῆστις ἀναγκαίου τοκετοῖο·
  14. Ἀστερίων δʼ , ὅθι πολλὰ θαλύσια μείζονος ἤβης
  15. ἠιθέων κείροντο λιπότριχος ἄνθεα κόρσης,
  16. αὐτοὺς παῖδας ἔδεκτο καὶ οὐκέτι βόστρυχα χαίτης.
  17. καί τις ἰδών τινα λάτριν ἐπερχομένοιο Λυαίου
  18. τοῖον ἔπος κατέλεξε Πελασγίδας ἀστὸς ἀρούρης·
  19. Οὗτος ὁ βότρυν ἔχων, διφυὲς γένος· ἄξιον Ἥρης
  20. Αργος ἔχει Περσῆα καὶ οὐ χατέει Διονύσου·