Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πατρὸς ἐνοσφίσθην καὶ πατρίδος· ἆ μέγα δειλή,
  2. ἕδνον ἐμῆς φιλότητος ὕδωρ ἁλός· εἰς τίνα φεύγω;
  3. τίς θεὸς ἁρπάξει με καὶ εἰς Μαραθῶνα κομίσσει
  4. Κύπριδι καὶ Θησῆι δικαζομένην Ἀριάδνην;
  5. τίς με λαβὼν κομίσειε διʼ οἴδματος; αἴθε καὶ αὐτὴ
  6. ἡμετέρης μίτον ἄλλον ἴδω πομπῆα κελεύθου·
  7. τοῖον ἔχειν ἐθέλω καὶ ἐγὼ μίτον, ὥς κεν ἀλύξω
  8. Αἰγαίης ἁλός οἶδμα καὶ εἰς Μαραθῶνα περήσω,
  9. ὄφρα περιπτύξω σε, καὶ εἰ στυγέεις Ἀριάδνην,
  10. ὄφρα περιπτύξω σε τὸν ὁρκαπάτην παρακοίτην.
  11. δέξό με σῶν λεχέων θαλαμηπόλον, ἢν ἐθελήσῃς·
  12. καὶ στορέσω σέο λέκτρα--- μετὰ Κρήτην Ἀριάδνη,
  13. οἷά τε ληισθεῖσα· καὶ ὀλβίστῃ σέο νύμφῃ
  14. τλήσομαι, ὡς θεράπαινα, πολύκροτον ἱστὸν ὑφαίνειν
  15. καὶ φθονεροῖς ὤμοισιν ἀήθεα κάλπιν ἀείρειν,
  16. καὶ γλυκερῷ Θησῆι φέρειν ἐπιδόρπιον ὕδωρ·
  17. μοῦνον ἴδω Θησῆα· καὶ ἡμετέρη ποτὲ μήτηρ
  18. ἀγρονόμοις θήτευε, καὶ αὐχένα κάμψε νομῆι,
  19. βοσκομένῳ δʼ ὀάριζεν ἀφωνήτῳ τινὶ ταύρῳ,
  20. καὶ βοῒ ταῦρον ἔτικτε· μελιζομένου δὲ βοτῆρος