Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀλλὰ Νότος πνεύσειεν, ὅτε χρέος ἐστὶ Βορῆος·
  2. εὖρον ἴδοι Ζεφύρου κεχρημένος· εἰαρινοὶ δὲ
  3. ποντοπόροις ὅτε πᾶσιν ἐπιπνείουσιν ἀῆται,
  4. χειμερίῃ τότε μοῦνος ὁμιλήσειε θαλάσσῃ.
  5. ἤλιτε ναυτίλος οὗτος ἀθέσμιος· ἀλλὰ καὶ αὐτὴ
  6. ἀασάμην ποθέουσα σαόφρονος ἀστὸν Ἀθήνης.
  7. αἴθέ μιν οὐκ ἐπόθησα δυσίμερος· εἰς Παφίην γὰρ
  8. ὁππόσον ἱμερόεις, τόσον ἄγριος ἔπλετο Θησεύς·
  9. οὐ τάδε μοι κατέλεξεν ἐμὸν μίτον εἰσέτι πάλλων·
  10. οὐ τάδε μοι κατέλεξε παρʼ ἡμετέρῳ λαβυρίνθῳ.
  11. αἴθέ μιν ἔκτανε ταῦρος ἀμείλιχος· ἴσχεο, φωνή,
  12. ἀφροσύνης, μὴ κτεῖνε νέον γλυκύν· ὤμοι Ἐρώτων·
  13. Θησεὺς ἔπλεε μοῦνος ἐς εὐώδινας Ἀθήνας.
  14. οἶδα, πόθεν με λέλοιπε· μιῆς τάχα παρθενικάων
  15. σύμπλοον ἔσχεν ἔρωτα, καὶ ἐν Μαραθῶνι χορεύει
  16. εἰς ἑτέρης γάμον ἄλλον, ἐγὼ δʼ ἔτι Νάξον ὁδεύω.
  17. παστὸς ἐμὸς πέλε Νάξος, ἐπίκλοπε νυμφίε Θησεῦ·
  18. ὤλεσα καὶ γενέτην καὶ νυμφίον· ὤμοι Ἐρώτων·
  19. οὐχ ὁρόω Μίνωα, καὶ οὐ Θησῆα δοκεύω·
  20. Κνωσσὸν ἐμὴν προλέλοιπα, τεὰς δʼ οὐκ εἶδον Ἀθήνας·