Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πηκτίδος οὐ πόθον ἔσχεν, ὅσον μυκηθμὸν ἀκούειν.
  2. οὐ μὲν ἐγὼ ψαύσαιμι καλαύροπος, οὐ παρὰ φάτνῃ
  3. στήσομαι· ἡμετέρης δὲ παρέσσομαι ἐγγὺς ἀνάσσης
  4. φθεγγομένῳ Θησῆι, καὶ οὐ μυκηθμὸν ἀκούσω·
  5. καὶ τεὸν ἱμερόεντα γάμων ὑμέναιον ἀείσω
  6. ζῆλον ὑποκλέπτουσα νεοζυγέος σέο νύμφης.
  7. στῆσον Ναξιάδεσσι παρʼ ᾐόσι ποντοπορεύων,
  8. στῆσον ἐμοὶ σέο νῆα· τί, ναυτίλε, καὶ σὺ χαλέπτεις;
  9. ὣς ἄρα καὶ σὺ πέλεις Μαραθώνιος· εἰ μὲν ἱκάνεις
  10. εἰς ἐρατήν σέο γαῖαν, ὅπῃ δόμος ἐστὶν Ἐρώτων,
  11. δέξό με δειλαίην, ἵνα Κέκροπος ἄστυ νοήσω·
  12. εἰ δέ με καλλείψεις καί, ἀμείλιχε, ποντοπορεύεις,
  13. εἰπὲ τεῷ Θησῆι κινυρομένην Ἀριάδνην,
  14. μεμφομένην ἀτέλεστον ἐπίκλοπον ὅρκον Ἐρώτων.
  15. οἶδα, πόθεν Θησῆος ὑπόσχεσιν ἠπεροπῆος
  16. θῆκεν Ἔρως βαρύμηνις ἀνήνυτον· ἀντὶ γάρ Ἥρης,
  17. ἣν Ζυγίην καλέουσιν, ἀπειρογάμοιο θεαίνης
  18. ὤμοσεν ἀχράντοιο γαμήλιον ὅρκον Ἀθήνης·
  19. Παλλάδος ὅρκον ὄμοσσε· τί Παλλάδι καὶ Κυθερείῃ;
  20. τοῖα κινυρομένης ἐπετέρπετο Βάκχος ἀκούων·