Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- αἷμα φέρει Μαραθῶνος, ὅθεν φίλος ἔπλετο Θησεύς.
- εἰ Ζέφυρος κλονέει, Ζεφυρηίδι δείξατε νύμφῃ
- ἴριδι μητρὶ Πόθοιο βιαζομένην Ἀριάδνην·
- εἰ Νότος, εἰ θρασὺς Εὖρος, ἐς ἠριγένειαν ἱκάνω
- μεμφομένη ῥοθίων ἀνέμων δυσέρωτι τεκούσῃ.
- δὸς κενεὴν πάλιν, Ὕπνε, φίλην χάριν, ἶσον ἐκείνῳ
- πέμπων ἄλλον ὄνειρον ἐπήρατον, ὄφρα νοήσω
- Κύπριδος ὑπναλέης γλυκερὴν ἀπατήλιον εὐνήν·
- μοῦνον ἐμοῖς δήθυνον ἐπʼ ὄμμασιν, ὄφρα νοήσω
- ἄπνοον οἶστρον Ἔρωτος ὀνειρείων ὑμεναίων.
- εἰ μὲν ἐς Ἀτθίδα γαῖαν, ἐπίκλοπε νυμφίε Θησεῦ,
- σὸν πλόον ἐκ Νάξοιο μετήγαγον ἅρπαγες αὖραι,
- εἰπέ μοι εἰρομένῃ, καὶ ἐς Αἰόλον αὐτίκα βαίνω
- μεμφομένη φθονεροῖσι καὶ οὐχ ὁσίοισιν ἀήταις·
- εἰ δέ με τὴν λιπόπατριν ἐρημάδι πάρθετο Νάξῳ,
- καὶ σέθεν ἀγνώσσοντος ἀμείλιχος ἔπλεε ναύτης,
- ἤλιτεν εἰς Θησῆα καὶ εἰς Θέμιν, εἰς Ἀριάδνην·
- μηκέτι ναυτίλος οὗτος ἴδοι ποτὲ πομπὸν ἀήτην,
- μηδέ μιν ἀσταθέεσσι συνιππεύοντα θυέλλαις
- ἵλαος ἀθρήσειε γαληναῖος Μελικέρτης·