Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ὕπνος ἐμοὶ γλυκὺς ἦλθεν, ἕως γλυκὺς ᾤχετο Θησεύς·
  2. αἴθε με τερπομένην [*](So Mss.: Ludwich μετερχομένην.) ἔτι κάλλιπεν· ὑπναλέη δὲ
  3. Κεκροπίην ἐνόησα, καὶ ἔνδοθι Θησέος αὐλῆς
  4. ἁβρὸς ἔην ὑμέναιος ἀειδομένης Ἀριάδνης
  5. καὶ χορός, ἡμετέρη δʼ ἐπεκόσμεε τερπομένη χεὶρ
  6. εἰαρινοῖς πετάλοισι τεθηλότα βωμὸν Ἐρώτων·
  7. καὶ γάμιον στέφος εἶχον· ἔην δέ μοι ἐγγύθι Θησεὺς
  8. εἵμασι νυμφιδίοισι θυηπολέων Ἀφροδίτῃ.
  9. ὤμοι, ποῖον ὄνειρον ἴδον γλυκύν· ἀλλά με φεύγων
  10. ᾤχετο καλλείψας ἔτι παρθένον· ἵλαθι, Πειθώ·
  11. ταῦτά μοι ἀχλυόεσσα γαμοστόλος ὤπασεν ὀρφνή,
  12. καὶ φθονερὴ τάδε πάντα φαεσφόρος ἥρπασεν Ἠώς·
  13. ἐγρομένη δʼ οὐχ εὗρον ἐμὸν πόθον· ἦ ῥα καὶ αὐταὶ
  14. εἰκόνες ἀντιτύπων ζηλήμονές εἰσιν Ἐρώτων,
  15. ὅττι τελεσσιγάμων ἀπατήλιον ὄψιν ὀνείρων
  16. ἱμερτὴν ἐνόησα, καἰ ἱμερόεις φύγε Θησεύς;
  17. εἰς ἐμὲ καὶ φίλος Ὕπνος ἀνάρσιος· εἴπατε, πέτραι,
  18. εἴπατέ μοι δυσέρωτι· τίς ἥρπασεν ἀστὸν Ἀθήνης;
  19. εἰ Βορέης πνεύσειεν, ἐς Ὠρείθυιαν ἱκάνω·
  20. ἀλλά μοι Ὠρείθυια χολώεται, ὅττι καἰ αὐτὴ