Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἠίθεον δʼ ὀνόμηνεν· ἐμαίνετο δʼ ἐγγύθι πόντου
  2. ὁλκάδα διζομένη· φθονερῷ δʼ ἐπεμήνιεν ὕπνῳ,
  3. καὶ Παφίης πολὺ μᾶλλον ἐμέμφετο μητρὶ θαλάσσῃ·
  4. καὶ Βορέην ἱκέτευε, καὶ ὅρκιον εἶπεν ἀήτην,
  5. ὅρκιον Ὠρείθυιαν, ὅπως πάλιν εἰς χθόνα Νάξου
  6. κοῦρον ἄγοι, γλυκερὴν δὲ τὸ δεύτερον ὁλκάδα λεύσσῃ·
  7. Αἰόλον ᾔτεε μᾶλλον ἀθελγέα· λισσομένῃ δὲ
  8. πείθετο καὶ κατένευσε, καὶ ἀντικέλευθον ἀήτην
  9. πέμψεν, ἵνα πνεύσειε· ποθοβλήτοιο δὲ κούρης
  10. οὐ Βορέης ἀλέγιζε δυσίμερος· ἀλλὰ καὶ αὐταὶ
  11. παρθενικῇ κοτέοντο τάχα ζηλήμονες αὖραι,
  12. αἳ τότε νῆα κόμισσαν ἐς Ἀτθίδα. παρθενικήν δὲ
  13. αὐτὸς Ἔρως θάμβησεν, ἀπενθήτῳ δʼ ἐνὶ Νάξῳ
  14. εἰσιδέειν ἐδόκησεν ὀδυρομένην Ἀφροδίτην·
  15. ἦν δὲ φαεινοτέρη καὶ ἐν ἄλγεσι, καί μιν ἀνίη
  16. ἀχνυμένην κόσμησε· κινυρομένῃ δʼ Ἀριάδνῃ
  17. εἴκαθεν εἰς κρίσιν ἦκα φιλομμειδὴς Ἀφροδίτη
  18. ἱμερόεν γελόωσα, καὶ εἴκαθεν ὄμματα Πειθοῦς
  19. καὶ Χαρίτων καὶ Ἔρωτος ἐπήρατα δάκρυσι κούρης.
  20. ὀψὲ δὲ δακρυόεσσα τόσην ἐφθέγξατο φωνήν·