Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Πασιθέην εὕδουσαν ἐγείρατε· τίς παρὰ Νάξῳ,
  2. τίς Χάριν ἐχλαίνωσεν ἀνείμονα; μὴ πέλεν Ἥβη;
  3. ἀλλὰ δέπας μακάρων τίνι κάλλιπε; μῆ παρὰ πόντῳ
  4. κέκλιται αἰγλήεσσα βοῶν ἐλάτειρα Σελήνη;
  5. καὶ πόθεν Ἐνδυμίωνος ἐθήμονος ἐκτός ἰαύει;
  6. μὴ Θέτιν ἀργυρόπεζαν ἐπʼ αἰγιαλοῖσι δοκεύω;
  7. ἀλλʼ οὐ γυμνὸν ἔχει ῥοδόεν δέμας. εἰ θέμις εἰπεῖν,
  8. Ναξιὰς ἰοχέαιρα πόνων ἀμπαύεται ἄγρης,
  9. θηροφόνους ἱδρῶτας ἀποσμήξασα θαλάσσῃ·
  10. τίκτει γὰρ γλυκὺν ὕπνον ἀεὶ πόνος· ἀλλʼ ἐνὶ λόχμῃ
  11. Ἄρτεμιν ἑλκεχίτωνα τίς ἔδρακε; μίμνετε, Βάκχαι.
  12. στῆθι, Μάρων· μῆ δεῦρο χορεύσατε· λῆγε λιγαίνων,
  13. Πὰν φίλε, μὴ σκεδάσειας ἑώιον ὕπνον Ἀθήνης·
  14. καὶ τίνι Παλλὰς ἔλειπεν ἑὸν δόρυ; καὶ τίς ἀείρει
  15. χαλκείην τρυφάλειαν ἢ αἰγίδα Τριτογενείης;
  16. τοῖα μέν ἔννεπε Βάκχος· ἀπὸ ψαμάθοιο δέ δειλὴ
  17. ὕπνον ἀποσκεδάσασα δυσίμερος ἔγρετο κούρη,
  18. καὶ στόλον οὐκ ἐνόησε καἰ οὐ πόσιν ἠπεροπῆα·
  19. ἀλλὰ σὺν ἀλκυόνεσσι Κυδωνιὰς ἔστενε νύμφη
  20. ἠιόνας μεθέπουσα, βαρύβρομον ἕδνον Ἐρώτων·