Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἄγχι Κυνὸς κύνα θῆκεν ὁμοίιον εἴδεϊ μορφῆς,
  2. Σείριον, ὃν καλέουσιν ὀπωρινόν, Ἰκαρίου δὲ
  3. ψυχὴν ἠερόφοιτον ἐπεξύνωσε Βοώτῃ.
  4. καὶ τὰ μὲν οἰνοφύτῳ Κρονίδης πόρεν Ἀτθίδι γαίῃ,
  5. ἓν γέρας ἐντύνων καὶ Παλλάδι καὶ Διονύσῳ.
  6. Ἰλισσοῦ δὲ ῥέεθρα μελίρρυτα Βάκχος ἐάσας
  7. ἁβρὸς ἐς ἀμπελόεσσαν ἐκώμασεν ἄντυγα Νάξου·
  8. ἀμφὶ δέ μιν πτερὰ πάλλεν Ἔρως θρασύς, ἐρχομένου δὲ
  9. μελλογάμου Κυθέρεια προηγεμόνευε Λυαίου.
  10. ἄρτι γὰρ ὑπνώουσαν ἐπʼ αἰγιαλοῖσιν ἐάσας
  11. παρθενικὴν λιπόπατριν ἀμείλιχος ἔπλεε Θησεύς,
  12. συνθεσίας δʼ ἀνέμοισιν ἐπέτρεπεν. ὑπναλέην δὲ
  13. ἀθρήσας Διόνυσος ἐρημαίην Ἀριάδνην
  14. θαύματι μῖξεν ἔρωτα· χοροπλεκέεσσι δὲ Βάκχαις
  15. γλώσσῃ θαμβαλέῃ πεφυλαγμένον ἔννεπε μῦθον·
  16. Βασσαρίδες, μὴ ῥόπτρα τινάξατε, μὴ κτύπος ἔστω
  17. ἢ ποδὸς ἢ σύριγγος· ἐάσατε Κύπριν ἰαύειν·
  18. ἀλλʼ οὐ κεστὸν ἔχει σημάντορα Κυπρογενείης.
  19. πείθομαι, ὡς δολόεντι Χάρις νυμφεύεται Ὕπνῳ·
  20. ἀλλʼ ἐπεὶ ὄρθρος ἔλαμψε καὶ ἐγγύθι φαίνεται Ἠώς,