Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. θηγαλέοις ὀνύχεσσι χυτῆς χθονὸς ἄκρα χαράσσων.
  2. καὶ νέκυν ἀρτιδάικτον ἐπεκτερέιξαν ὁδῖται·
  3. καὶ ξυνῆς μεθέπων ὑποκάρδιον ὄγκον ἀνίης
  4. εἰς ἑὸν ἔργον ἕκαστος ἀνέδραμεν ὀξέι ταρσῷ·
  5. αὐτὰρ ὁ μοῦνος ἔμιμνε κύων παρὰ γείτονι τύμβῳ
  6. Ἠριγόνης ὑπʼ ἔρωτι, θελήμονι δʼ ὤλολε πότμῳ.
  7. Ζεὺς δὲ πατὴρ ἐλέαιρεν· ἐν ἀστερόεντι δὲ κύκλῳ
  8. Ἠριγόνην στήριξε Λεοντείῳ παρὰ νώτῳ·
  9. παρθενικὴ δʼ ἄγραυλος ἔχει στάχυν· οὐ γὰρ ἀείρειν
  10. ἤθελεν οἴνοπα βότρυν ἑοῦ γενέταο φονῆα.
  11. Ἰκάριον δὲ γέροντα συνήλυδα γείτονι κούρῃ
  12. εἰς πόλον ἀστερόφοιτον ἄγων ὀνόμηνε Βοώτην
  13. φαιδρόν, Ἁμαξαίης ἐπαφώμενον Ἀρκάδος Ἄρκτου·
  14. καὶ Κύνα μαρμαίροντα καταΐσσοντα Λαγωοῦ
  15. ἔμπυρον ἄστρον ἔθηκεν, ὅπῃ περὶ κύκλον Ὀλύμπου
  16. ποντιὰς ἀστερόεντι τύπῳ ναυτίλλεται Ἀργώ.
  17. καὶ τὰ μὲν ἔπλασε μῦθος Ἀχαιικὸς ἠθάδα πειθὼ
  18. ψεύδεϊ συγκεράσας· τὸ δʼ ἐτήτυμον, ὑψιμέδων Ζεὺς
  19. ψυχὴν Ἠριγόνης σταχυώδεος ἀστέρι Κούρης
  20. οὐρανίης ἐπένειμεν ὁμόζυγον, αἰθερίου δὲ