Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- κνυζηθμῷ γοόωντι συνέστιχε πενθάδι κούρῃ,
- καί οἱ ὀδυρομένῃ συνοδύρετο. μαινομένη δὲ
- εἰς φυτὸν ὑψικάρηνον ἀνέδραμεν· ἀμφὶ δὲ δένδρῳ
- ἀγχονίῳ σφίγξασα περίπλοκον αὐχένα δεσμῷ
- αὐτοφόνῳ στροφάλιγγι μετάρσιος ὤλετο κούρη,
- ἀμφοτέρους δονέουσα πόδας βητάρμονι παλμῷ·
- καὶ θάνε, καὶ μόρον εἶχεν ἑκούσιον· ἀμφὶ δὲ κούρην
- πυκνὰ κύων δεδόνητο, καὶ ἴαχε πένθιμον ἠχὼ
- ὄμμασι θηρείοισι νοήμονα δάκρυα λείβων.
- οὐδὲ κύων ἀφύλακτον ἐρημάδα κάλλιπε κούρην,
- ἀλλὰ φυτῷ παρέμιμνεν ἐπήλυδα θῆρα διώκων,
- πόρδαλιν ἠὲ λέοντα· παρερχομένοισι δʼ ὁδίταις
- νεύμασιν ἀφθόγγοις ἐπεδείκνυεν ἄζυγα κούρην
- δεσμοῖς ἀγχονίοισι περίπλοκον ὑψόθι δένδρου.
- οἱ δέ μιν οἰκτείροντες ἀνήιον εἰς φυτὸν ὕλης
- ἴχνεσιν ἀκροτάτοισιν, ἀπʼ εὐπετάλων δὲ κορύμβων
- παρθενικὴν ἀδμῆτα κατήγαγον· ἀγχιφανῆ δὲ
- γαῖαν ἐκοιλαίνοντο πεδοσκαφέεσσι μακέλλαις.
- τοῖς ἅμα καὶ πεπόνητο κύων πινυτόφρονι θυμῷ,
- πενθαλέῳ δʼ ἐβάθυνε πέδον τεχνήμονι ταρσῷ,