Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- εἴπατε μυρομένῃ, καὶ τλήσομαι, εἰσόκεν ἔλθῃ.
- εἰ μὲν ἔτι ζώει γενέτης ἐμός, ἔρνεα κήπου
- ἀρδεύσω παλίνορσος ἅμα ζώουσα τοκῆι·
- εἰ δὲ πατὴρ τέθνηκε καὶ οὐκέτι δένδρα φυτεύει,
- ἀθρήσω μόρον ἶσον ἐπὶ φθιμένῳ γενετῆρι.
- ὣς φαμένη ταχύγουνος ἀνέδραμεν εἰς ῥάχιν ὕλης,
- ἴχνια μαστεύουσα νεοσφαγέος γενετῆρος.
- οὐ δέ οἱ εἰρομένῃ θρασὺς αἰπόλος, οὐ παρὰ λόχμαις
- παρθένον οἰκτείρων ἀγεληκόμος ἔννεπε βούτης
- ἴχνιον ἀστήρικτον ἀκηρύκτοιο τοκῆος,
- οὐ νέκυν Ἰκαρίοιο γέρων ἐπεδείκνυε ποιμήν·
- ἀλλὰ μάτην ἀλάλητο· μόγις δέ μιν εὗρεν ἀλωεὺς
- καὶ κινυροῖς στομάτεσσι δυσάγγελον ἴαχε φωνήν,
- καὶ τάφον ἐγγὺς ἔδειξε νεοδμήτοιο τοκῆος.
- παρθενικὴ δʼ ἀίουσα σαόφρονι μαίνετο λύσσῃ·
- καὶ πλοκάμους τίλλουσα φίλῳ παρακάτθετο τύμβῳ
- παρθένος ἀκρήδεμνος ἀσάμβαλος, αὐτοχύτοις δὲ
- δάκρυσιν ἀενάοισι λελουμένον εἶχε χιτῶνα.
- χείλεσι δʼ ἀφθόγγοισιν ἐπεσφρηγίσσατο σιγὴν
- εἰς χρόνον· Ἠριγόνῃ δὲ κύων ὁμόφοιτος ἐχέφρων