Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. θωρήξας ἕο χεῖρας, ὁ δὲ σταχυητόμον ἅρπην
  2. κουφίζων, ἕτερος δὲ λίθον περίμετρον ἀείρων,
  3. ἄλλος ἀνεπτοίητο καλαύροπα χειρὶ τιταίνων,
  4. γηραλέον πλήσσοντες· ἑλὼν δέ τις ἐγγὺς ἱμάσθλην
  5. Ἰκαρίου τέτρηνε δέμας ταμεσίχροϊ κέντρῳ.
  6. καὶ μογέων χθονὶ πῖπτε γέρων φυτοεργὸς ἀλωεὺς
  7. τυπτόμενος ῥοπάλοισιν, ἐπισκαίρων δὲ τραπέζῃ
  8. τύψε μέθης κρητῆρα, καὶ αἴθοπος εἰς χύσιν οἴνου
  9. ἡμιθανὴς κεκύλιστο· βαρυνομένου δὲ καρήνου
  10. ἀγρονόμων πληγῇσιν ἀμοιβαίῃσι τυπέντος
  11. αἱμαλέη φοίνιξεν ὁμόχροον οἶνον ἐέρση.
  12. καὶ μόγις ἐκ στομάτων ἔπος ἴαχεν Ἄιδι γείτων·
  13. Οἶνος ἐμοῦ Βρομίου, βροτέης ἄμπαυμα μερίμνης,
  14. ὁ γλυκὺς εἰς ἐμὲ μοῦνον ἀμείλιχος· εὐφροσύνην γὰρ
  15. ἀνδράσι πᾶσιν ὄπασσε, καὶ Ἰκαρίῳ πόρε πότμον·
  16. ὁ γλυκὺς Ἠριγόνῃ πολεμήιος· ἡμετέρην γὰρ
  17. νηπενθὴς Διόνυσος ἐθήκατο πενθάδα κούρην.
  18. οὔ πω μῦθος ἔληγε· μόρος δέ οἱ ἔφθασε φωνήν.
  19. καὶ νέκυς αὐτόθι κεῖτο, σαόφρονος ἔκτοθι κούρης,
  20. ὄμμασι πεπταμένοισιν. ἐν ἀστρώτῳ δὲ χαμευνῇ