Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. νήδυμον ὕπνον ἴαυον ὑπὲρ δαπέδοιο φονῆες
  2. οἰνοβαρεῖς, νεκύεσσιν ἐοικότες· ἐγρόμενοι δέ,
  3. ὃν κτάνον ἀγνώσσοντες, ἀνέστενον· ὑψόθι δʼ ὤμων
  4. νεκρὸν ἐλαφρίζοντες ἀνήγαγον εἰς ῥάχιν ὕλης
  5. ἔμφρονα θυμὸν ἔχοντες, ἐν εὐύδρῳ δὲ ῥεέθρῳ
  6. ὠτειλὰς ἐκάθηραν ὀρεσσιχύτῳ παρὰ πηγῇ·
  7. καὶ νέκυν ἀρτιδάικτον, ὃν ἔκτανον ἄφρονι λύσσῃ,
  8. ἀνδροφόνοις παλάμῃσιν ἐτυμβεύσαντο φονῆες.
  9. ψυχὴ δʼ Ἰκαρίοιο πανείκελος ἔσσυτο καπνῷ
  10. εἰς δόμον Ἠριγόνης· βροτέῃ δʼ ἰσάζετο μορφῇ
  11. κοῦφον ὀνειρείης σκιερῆς εἴδωλον ὀπωπῆς,
  12. ἀνδρὶ νεουτήτῳ πανομοίιος, εἶχε δὲ δειλὴ
  13. στικτὸν ἀσημάντοιο φόνου κήρυκα χιτῶνα,
  14. αἵματι φοινίσσοντα καὶ αὐχμώοντα κονίῃ,
  15. ῥωγαλέον πληγῇσιν ἀμοιβαίοιο σιδήρου.
  16. καὶ παλάμας ὤρεξε· νεοσφαγέων δὲ δοκεύειν
  17. ὠτειλὰς μελέων ἐπεδείκνυε γείτονι κούρῃ.
  18. παρθενικὴ δʼ ὀλόλυξε φιλοθρήνοις ἐν ὀνείροις,
  19. ὡς ἴδεν ἕλκεα τόσσα καρήατος, ὡς ἴδε δειλὴ
  20. λύθρον ἐρευθομένοιο νεόρρυτον ἀνθερεῶνος·