Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τίς Σεμέλῃ παρίαυε, τίς ἤροσε παῖδα Θυώνης.
  2. εἰ δὲ μαθεῖν ἐθέλεις χοροτερπέος ὄργια Βάκχου,
  3. φάρεα καλλείψας βασιλήια τέτλαθι, Πενθεῦ,
  4. θήλεα πέπλα φέρειν, καὶ γίνεο θῆλυς Ἀγαύη·
  5. μὴ δέ σε θηρεύοντα παραΐξωσι γυναῖκες.
  6. ἢν δὲ τεῇ παλάμῃ θηροκτόνα τόξα τανύσσῃς,
  7. Κάδμος ἐπαινήσει σε συναγρώσσοντα τεκούσῃ.
  8. Βάκχῳ μοῦνος ἔριζε, καί, εἰ θέμις, ἰοχεαίρῃ,
  9. ὄφρα λεοντοφόνον σε μετʼ Ἀκταίωνα καλέσσω.
  10. κάτθεο τεύχεα ταῦτα· σιδηροφόρους δὲ μαχητὰς
  11. χερσὶν ἀθωρήκτοισιν ἐμαὶ κτείνουσι γυναῖκες·
  12. εἰ δέ σε νικήσωσιν ἀτευχέι θήλεϊ χάρμῃ
  13. ἔντεσι κοσμηθέντα, τίς αἰνήσειε πολίτης
  14. ἄνδρα γυναικείῃ κεκαφηότα δηιοτῆτι;
  15. Βασσαρὶς οὐ τρομέει πτερόεν βέλος, οὐ δόρυ φεύγει·
  16. ἀλλὰ δόλῳ κρυφἱῳ πυκάσας ἄγνωστον ὀπωπὴν
  17. ὄψεαι ὄργια πάντα χοροπλεκέος Διονύσου.
  18. ὣς εἰπών παρέπεισεν, ἐπεὶ νόον ἀνδρὸς ἱμάσσων
  19. φοιταλέης ἐδόνησε κατάσχετον ἅλματι λύσσης---
  20. καὶ Βρομίῳ συνάεθλος ἐπέχραε Πενθέι Μήνη