Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. δαιμονίῃ μάστιγι· συνερχομένης δὲ Λυαίῳ
  2. λυσσήεις θρασὺς οἶστρος ἀμερσινόοιο Σελήνης
  3. φάσματα ποικιλόμορφα μεμηνότι Πενθέι δείξας
  4. φρικτὸν Ἐχιονίδην προτέρης μετέθηκε μενοινῆς,
  5. καὶ σφαλερῇ Πενθῆος ἐπεσμαράγησεν ἀκουῇ,
  6. δαιμονίης σάλπιγγος ἀλάστορα δοῦπον ἀράσσων·
  7. ἀνέρα δʼ ἐπτοίησε. καἰ εἰς δόμον ἤλυθε Πενθεὺς
  8. οἰστρομανής, ποθέων θιασώδεος ὄργια Βάκχου·
  9. φωριαμοὺς δʼ ὤιξε θυώδεας, ἧχι γυναικῶν
  10. κέκλιτο Σιδονίης ἁλιπόρφυρα πέπλα θαλάσσης·
  11. καὶ χροΐ ποικιλόνωτον ἐδύσατο πέπλον Ἀγαύης·
  12. Αὐτονόης δʼ ἔσφιγξεν ἐπὶ πλοκάμοισι καλύπτρην,
  13. στήθεα μιτρώσας Βασιλήια κυκλάδι τέχνῃ·
  14. καὶ πόδας ἐσφήκωσε γυναικείοισι πεδίλοις·
  15. χειρὶ δὲ θύρσου ἄειρε· μετερχομένοιο δὲ Βάκχας
  16. ποικίλος ἰχνευτῆρι χιτὼν ἐπεσύρετο ταρσῷ.
  17. Μιμηλοῖς δὲ πόδεσσιν ἕλιξ ὠρχήσατο Πενθεὺς
  18. ἡδυμανής· λοξῷ δὲ πέδον κροτάλιζε πεδίλῳ
  19. ἐκ ποδὸς αἰθύσσων ἕτερον πόδα· χεῖρα δὲ δισσὴν
  20. θηλύνων ἐλέλιζεν ἀμοιβάδα δίζυγι παλμῷ,