Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πιστότεροι κήρυκες ἐμοὶ γεγάασι κεραυνοί·
  2. κρείσσονα μαρτυρίην στεροπῆς μὴ δίζεο, Πενθεῦ·
  3. ὕδατι μὲν Γαλάτης, σὺ δὲ πείθεο μάρτυρι πυρσῷ.
  4. οὐ χατέω Πενθῆος ἐπιχθονίοιο μελάθρου·
  5. δῶμα Διωνύσοιο πέλει πατρώιος αἰθήρ·
  6. καὶ χθονός εἰ κρίσις ἦεν ἢ ἀστερόεντος Ὀλύμπου,
  7. εἰπέ μοι εἰρομένῳ, τίνα φέρτερον αὐτὸς ἐνίψῃς,
  8. οὐρανὸν ἑπτάζωνον ἢ ἑπταπύλου χθόνα Θήβης;
  9. οὐ χατέω Πενθῆος ἐπιχθονίοιο μελάθρου.
  10. μοῦνον ἐμῆς κύδαινε μελισταγὲς ἄνθος ὀπώρης·
  11. μὴ ποτὸν ἀμπελόεντος ἀτιμήσῃς Διονύσου.
  12. Ἰνδοφόνῳ Βρομίῳ μὴ μάρναο, θηλυτέρῃ δέ,
  13. εἰ δύνασαι, πολέμιζε μιῇ ῥηξήνορι Βάκχῃ.
  14. σοὶ τάχα καλὸν ἔθεντο προμάντιες οὔνομα Μοῖραι
  15. ὑμετέρου θανάτοιο προάγγελον· αἰνοπαθῆ δὲ
  16. οὐ νέμεσις Πενθῆα πεδοτρεφέος γενετῆρος
  17. γηγενὲς αἷμα φέροντα φέρειν μίμημα Γιγάντων,
  18. οὐ νέμεσις καὶ Βάκχον Ὀλύμπιον αἷμα γενέθλης
  19. Ζηνὸς ἔχειν μίμημα Γιγαντοφόνοιο τοκῆος.
  20. εἴρεο Τειρεσίαν, τίνι χώεαι· εἴρεο Πυθώ,