Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἔννεπε λυσσώουσα σοφῇ φρενί· μυρομένης δὲ
  2. Αὐτονόη γοόωσα παρήγορον ἴαχε φωνήν·
  3. Ζῆλον ἔχω καὶ ἔρωτα τεῆς κακότητος, Ἀγαύη,
  4. ὅττι περιπτύσσεις γλυκερὴν Πενθῆος ὀπωπὴν
  5. καὶ στόμα καὶ φίλον ὄμμα καὶ υἱέος ἄκρα κομάων.
  6. γνωτή, ἐπολβίζω σε, καὶ εἰ κτάνες υἱέα μήτηρ·
  7. ἀντὶ γὰρ Ἀκταίωνος ἀμειβομένης ἀπὸ μορφῆς
  8. νεβρὸν ἐγὼ δάκρυσα, καὶ υἱέος ἀντὶ καρήνου
  9. μηκεδανὴν ἐλάφοιο νόθην κτερέιξα κεραίην.
  10. σῆς δʼ ὀδύνης ἐλάχεια παραίφασις, ὅττι θανόντος
  11. οὐκ ἴδες ἀλλοῖον τύπον υἱέος, οὐ τρίχα νεβροῦ,
  12. οὐ χηλὴν ἀνόνητον ἐκούφισας ἠὲ κεραίην·
  13. μούνη δʼ ἔδρακον υἷα νόθον νέκυν, ἀλλοφυῆ δὲ
  14. καὶ στικτὴν καὶ ἄναυδον ἐκώκυον εἰκόνα μορφῆς,
  15. καὶ μήτηρ ἐλάφοιο καὶ οὐκέτι παιδὸς ἀκούω.
  16. ἀλλὰ σὺ κυδαίνουσα, Διὸς φιλοπάρθενε κούρη,
  17. ἀνδρὸς ἐμοῦ σέο Φοῖβον Ἀρισταίοιο τοκῆα
  18. εἰς ἔλαφον μετάμειψον ἐμὴν βροτοειδέα μορφήν·
  19. δὸς χάριν Ἀπόλλωνι· μετʼ Ἀκταίωνα δὲ δειλὴν
  20. τοῖς αὐτοῖς σκυλάκεσσι καὶ Αὐτονόην πόρε φορβὴν