Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἢ κυσὶν ὑμετέροισιν· ἐσαθρήσῃ δὲ Κιθαιρὼν
  2. μητέρα καὶ μετὰ παῖδα κυνοσπάδα· μηδέ με δειλὴν
  3. σῶν ἐλάφων μεθέπουσαν ἴσην κεραελκέα μορφὴν
  4. ἄγρια μαστίζουσα τεῇ ζεύξειας ἀπήνῃ.
  5. χαῖρε φυτὸν Πενθῆος, ἀμείλιχε χαῖρε Κιθαιρών·
  6. χαίρετε καὶ νάρθηκες ἀμερσινόου Διονύσου·
  7. σώζεό μοι, Φαέθων τερψίμβροτε· λάμπε κολώναις·
  8. λάμπε καὶ ἀμφοτέροις, Λητωίδι καὶ Διονύσῳ·
  9. εἰ δὲ τεαῖς ἀκτῖσι καὶ ἀνέρας οἶσθα δαμάσσαι,
  10. σῷ καθαρῷ πυρὶ βάλλε καὶ Αὐτονόην καὶ Ἀγαύην·
  11. ἔσσο δὲ Πασιφάης τιμήορος, ὄφρα γελάσσῃς
  12. Ἁρμονίης γενέτειραν ἀνιάζων Ἀφροδίτην.
  13. εἶπε, καὶ ὠλεσίτεκνος ὀδύρετο μᾶλλον Ἀγαύη.
  14. καὶ νέκυν, ὃν κατέπεφνε, φίλη τυμβεύσατο μήτηρ
  15. πίδακα δακρυόεσσαν ἀναβλύζουσα προσώπου·
  16. καὶ τάφον εὐποίητον ἐτεκτήναντο πολῖται.
  17. ὣς αἱ μὲν στενάχοντο κατηφέες· εἰσορόων δὲ
  18. Βάκχος ἄναξ ἐλέαιρε, φιλοθρήνους δὲ γυναῖκας
  19. μυρομένας ἀνέκοψεν, ἐπεὶ στοιχηδὸν ἑκάστῃ
  20. λυσίπονον κεράσας μελιηδέι φάρμακον οἴνῳ