Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀρχαίην κιθάρην δονέων πάλιν αὐτὸς Ἀπόλλων
  2. θρῆνον ἕνα πλήξειε καὶ Αὐτονόῃ καὶ Ἀγαύῃ,
  3. ὠκύμορον Πενθῆα καὶ Ἀκταίωνα λιγαίνων.
  4. ἡμετέρης, φίλε κοῦρε, τί φάρμακόν ἐστιν ἀνίης;
  5. οὔ πω σοῖς θαλάμοισιν ἐκούφισα νυμφοκόμον πῦρ·
  6. οὐ ζυγίων ἤκουσα τεῶν ὑμέναιον Ἐρώτων·
  7. ποῖον ἴδω δέο παῖδα παρήγορον; αἴθέ σε Βάκχη
  8. ἄλλη ἀπηλοίησε, καὶ οὐ πολύμοχθος Ἀγαύη.
  9. μητέρι μαινομένῃ μὴ μέμφεο, δύσμορε Πενθεῦ·
  10. Βάκχῳ μέμφεο μᾶλλον· ἀναίτιός ἐστιν Ἀγαύη.
  11. χεῖρες ἐμαί, φίλε κοῦρε, τεὴν στάζουσιν ἐέρσην
  12. αὐχένος ἀμηθέντος· ἀπʼ αὐτοχύτου δὲ καρήνου
  13. αἷμα τεὸν μητρῷον ὅλον φοίνιξε χιτῶνα.
  14. ναί, λίτομαι, Βρομίου δότε μοι δέπας· ἀντὶ γὰρ οἴνου
  15. λύθρον ἐμοῦ Πενθῆος ἐπισπένδω Διονύσῳ.
  16. σοὶ μὲν ἐγὼ φιλόδακρυς, ἀώριε, τύμβον ἐγείρω
  17. χερσὶν ἐμαῖς ἀκάρηνον ἐνικρύψασα κονίῃ
  18. σὸν δέμας· ὑμετέρῳ δʼ ἐπὶ σήματι τοῦτο χαράξω·
  19. εἰμὶ νέκυς Πενθῆος, ὁδοιπόρε· νηδὺς Ἀγαύης
  20. παιδοκόμος με λόχευσε καὶ ἔκτανε παιδοφόνος χείρ.