Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ κύσεν υἱέος ὄμμα καὶ ἔγχλοα κύκλα προσώπου
  2. καὶ πλοκάμους χαρίεντας ἐρευθομένοιο καρήνου·
  3. ὀξὺ δὲ κωκύουσα τόσην ἐφθέγξατο φωνήν·
  4. Νηλειὴς Διόνυσε, τεῆς ἀκόρητε γενέθλης,
  5. δὸς προτέρην ἔτι λύσσαν ἐμοὶ πάλιν· ἄρτι γὰρ ἄλλην
  6. χείρονα λύσσαν ἔχω πινυτόφρονα· δός μοι ἐκείνην
  7. ἀφροσύνην, ἵνα θῆρα τὸ δεύτερον υἷα καλέσσω.
  8. θῆρα βαλεῖν ἐδόκησα· νεοτμήτοιο δὲ κόρσης
  9. ἀντὶ λεοντείης κεφαλὴν Πενθῆος ἀείρω.
  10. ὀλβίη Αὐτονόη βαρυδάκρυος, ὅττι θανόντα
  11. ἔστενεν Ἀκταίωνα, καὶ οὐ κτάνεν υἱέα μήτηρ·
  12. μούνη ἐγὼ γενόμην παιδοκτόνος· οὐ Μελικέρτην
  13. ἔκτανεν ἠὲ Λέαρχον ἐμὴ μετανάστιος Ἰνώ,
  14. ἀλλὰ πατὴρ ἐδάμασσε, τὸν ἤροσεν. ἆ μέγα δειλή,
  15. Ζεὺς Σεμέλῃ παρίαυεν, ὅπως Πενθῆα γοήσω·
  16. Ζεὺς γενέτης Διόνυσον ἑῷ τεκνώσατο μηρῷ,
  17. Καδμείην ἵνα πᾶσαν ἀιστώσειε γενέθλην.
  18. ἱλήκοι Διόνυσος· ὅλον γένος ὤλεσε Κάδμου.
  19. ἀλλὰ θεοκλήτου γαμίην μετὰ δαῖτα τραπέζης,
  20. Ἁρμονίης μετὰ λέκτρον, ἐμοῦ μετὰ παστάδα Κάδμου