Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μοῦνος ἐγὼ λιπόμην νέκυς ἔμπνοος· εἰς τίνα φεύγω,
  2. Πενθέος ὀλλυμένοιο καὶ οἰχομένου Πολυδώρου;
  3. τίς πόλις ὀθνείη με δεδέξεται; ἔρρε, Κιθαιρών·
  4. γηροκόμους Κάδμοιο κατέκτανες, ἀμφοτέρους δὲ
  5. νεκρὸν ἔχεις Πενθῆα, καὶ Ἀκταίωνα καλύπτεις.
  6. ὣς φαμένου Κάδμοιο γόον κρουνηδὸν ἰάλλων
  7. δάκρυσι πηγαίοισι γέρων ἔκλαυσε Κιθαιρών·
  8. καὶ δρύες ὠδύροντο, καὶ ἔκλαγον αἴλινα Νύμφαι
  9. νηιάδες. πολιὴν δὲ κόμην ᾐδέσσατο Κάδμου
  10. καὶ στοναχὴν Διόνυσος· ἀπενθήτου δὲ προσώπου
  11. μίξας δάκρυ γέλωτι νόον μετέθηκεν Ἀγαύης,
  12. καὶ πάλιν ἔμφρονα θῆκεν, ὅπως Πενθῆα γοήσῃ.
  13. ἡ δὲ μεταστρέψασα νόον καὶ ἄπιστον ὀπωπὴν
  14. αὐτοπαγὴς ἄφθογγος ἐπὶ χρόνον ἵστατο μήτηρ·
  15. καὶ κεφαλὴν Πενθῆος ὀπιπεύουσα θανόντος
  16. ἤριπεν αὐτοκύλιστος, ὑπὲρ δαπέδοιο δὲ δειλὴ
  17. βόστρυχον αἰσχύνουσα χυτῇ κεκύλιστο κονίῃ·
  18. καὶ λασίους ἔρριψεν ἀπὸ στέρνοιο χιτῶνας
  19. καὶ Βρομίου φιάλας θιασώδεας, αἵματος ὁλκῷ
  20. στήθεα φοινίξασα καὶ ἀσκεπέων πτύχα μαζῶν·