Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Κάδμος ἀγαλλομένης ἑτερόφρονα παιδὸς ἀπειλήν,
  2. μίξας δάκρυσι μῦθον ἀμείβετο πενθάδι φωνῇ·
  3. Οἷον θῆρα δάμασσας ἐχέφρονα, τέκνον Ἀγαύη;
  4. οἷον θῆρα δάμασσας, ὅν ὑμετέρη τέκε γαστήρ;
  5. οἷον θῆρα δάμασσας, ὅν ἐσπέρμηνεν Ἐχίων;
  6. δέρκεο σεῖο λέοντα, τὸν εἰσέτι τυτθὸν ἀείρων
  7. παιδοκόμῳ κούφιζε γεγηθότι Κάδμος ἀγοστῷ·
  8. δέρκεο σεῖο λέοντα, τὸν Ἁρμονίη σέο μήτηρ
  9. πολλάκις ἠέρταζε καὶ ὤρεγε μαζὸν ἀμέλγειν.
  10. μαστεύεις σέο παῖδα τεῶν θηήτορα μόχθων·
  11. πῶς καλέσω Πενθῆα, τὸν ἐν παλάμῃσιν ἀείρεις;
  12. ὅν κτάνες ἀγνώσσουσα, πόθεν σέο παῖδα καλέσσω;
  13. θῆρα τεὸν σκοπίαζε, καὶ υἱέα σεῖο νοήσεις.
  14. καλὰ φέρεις, Διόνυσε, τεῷ θρεπτήρια Κάδμῳ·
  15. καλά μοι Ἁρμονίης νυμφεύματα δῶκε Κρονίων·
  16. Ἄρεος ἄξια ταῦτα καὶ Οὐρανίης Ἀφροδίτης·
  17. Ἰνὼ πόντον ἔχει, Σεμέλην ἔφλεξε Κρονίων,
  18. μύρεται Αὐτονόν κερόεν τέκος, ἆ μέγα δειλὴ
  19. ἔκτανεν, ὅν τέκε μοῦνον, ἀώριον υἱὸν Ἀγαύη.
  20. καὶ μογέει Πολύδωρος ἐμὸς λιπόπατρις ἀλήτης.