Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τοῖον ἀπερροίβδησεν ἔπος λυσσώδεϊ λαιμῷ·
  2. Κάδμε μάκαρ, καλέω σε μακάρτερον· ἐν σκοπέλοις γὰρ
  3. χερσὶν ἀθωρήκτοισιν ἀριστεύουσαν Ἀγαύην
  4. Ἄρτεμις ἐσκοπίαζε, καὶ εἰ πέλε δεσπότις ἄγρης,
  5. ζῆλον ὑποκλέπτουσα λεοντοφόνου σέο κούρης·
  6. καὶ Δρυάδες θάμβησαν ἐμὸν πόνον· ἡμετέρης δὲ
  7. Ἁρμονίης γενέτην κεκορυθμένος ἠθάδι λόγχῃ
  8. παῖδα τεήν ἀσίδηρον ἐθάμβεε χάλκεος Ἄρης
  9. θύρσον ἀκοντίζουσαν ἀλοιητῆρα λεόντων,
  10. κυδιόων· σὺ δέ, Κάδμε, τεῶν ἐπιβήτορα θώκων
  11. Πενθέα δεῦρο κάλεσσον, ὅπως φθονερῇσιν ὀπωπαῖς
  12. θηροφόνους ἱδρῶτας ὀπιπεύσειε γυναίου. [*](Λυαίου MSS.: γυναίου scripsi. Ludwich -σειεν ὑαίνης.)
  13. δμῶες ἐμοί, στείχεσθε, παρὰ προπύλαια δὲ Κάδμου
  14. πήξατε τοῦτο κάρηνον ἐμῆς ἀναθήματα νίκης.
  15. τηλίκον οὔ ποτε θῆρα κατέκτανε σύγγονος Ἰνώ·
  16. Αὐτονόη, σκοπίαζε καὶ αὐχένα κάμψον Ἀγαύῃ·
  17. οὐ γὰρ ἐμοὶ λάχες εὖχος ὁμοίιον, ὑμετέρου δὲ
  18. μητρὸς Ἀρισταίοιο φατιζομένην ἔτι νίκην
  19. σῆς ἑκυρῆς ᾔσχυνα λεοντοφόνοιο Κυρήνης.
  20. ἔννεπε κουφίζουσα φίλον βάρος· εἰσαΐων δὲ