Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. σώζεο καὶ σύ, φίλη παιδοκτόνε μῆτερ Ἀγαύη.
  2. δέρκεο ταῦτα γένεια νεότριχα, δέρκεο μορφὴν
  3. ἀνδρομέην· οὐκ εἰμὶ λέων· οὐ θῆρα δοκεύεις.
  4. φείδεο σῆς ὠδῖνος, ἀμείλιχε, φείδεο μαζῶν·
  5. Πενθέα παπταίνεις με, τὸν ἔτρεφες. ἴσχεο, φωνή,
  6. μύθους σεῖο φύλαξον· ἀνήκοός ἐστιν Ἀγαύη.
  7. εἰ δὲ κατακτείνεις με χαριζομένη Διονύσῳ,
  8. μούνη παῖδα δάμασσον, ἀγάστονε, μηδὲ δαμῆναι
  9. Βασσαρίδων τεὸν υἷα νόθαις παλάμῃσιν ἐάσῃς.
  10. ὣς φάμενος λιτάνευε, καὶ οὐκ ἤκουσεν Ἀγαύη.
  11. ἀμφὶ δέ μιν δασπλῆτες ἐπερρώοντο γυναῖκες
  12. χερσὶν ὁμοζήλοισι· κυλινδομένου δὲ κονίῃ
  13. ἡ μέν ὀπισθιδίους πόδας εἴρυσεν, ἡ δὲ λαβοῦσα
  14. δεξιτερὴν προθέλυμνον ἀνέσπασεν, Αὐτονόη δὲ
  15. λαιὴν ἀντερύεσκε· παραπλαγχθεῖσα δὲ μήτηρ
  16. στήθεϊ παιδὸς ἔπηξεν ἑὸν πόδα, κεκλιμένου δὲ
  17. αὐχένα τολμήεντα διέθρισεν ὀξέι θύρσῳ·
  18. καὶ φονίῳ ταχύγουνος ἀνέδραμε χάρματι λύσσης,
  19. αἱματόεν δὲ κάρηνον ἀτερπέι δείκνυε Κάδμῳ·
  20. ψευδομένου δὲ λέοντος ἀγαλλομένη χάριν ἄγρης