Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀμφὶ δέ μιν στεφανηδὸν ἐκυκλώσαντο γυναῖκες
  2. ἑζόμενον πετάλοισι· καὶ εὐπαλάμῳ τινὶ δεσμῷ
  3. δένδρον ἐπηχύναντο, καἰ ἤθελον εἰς χθόνα ῥίπτειν
  4. ἔρνος ὁμοῦ Πενθῆι· περισφίγξασα δὲ θάμνῳ
  5. ὁλκὸν ὁμοζυγέος παλάμης ἐνοσίχθονι παλμῷ
  6. πρυμνόθεν αὐτόρριζον ἀνέσπασε δένδρον Ἀγαύη.
  7. καὶ φυτὸν εἰς χθόνα πῖπτεν· ἐγυμνώθη δὲ Κιθαιρών·
  8. καἰ θρασὺς αὐτοέλικτος ἄναξ βητάρμονι παλμῷ
  9. κύμβαχος ἠερόθεν κεκυλισμένος ἤριπε Πενθεύς.
  10. καί τότε μιν λίπε λύσσα νοοσφαλέος Διονύσου,
  11. καὶ προτέρας φρένας ἔσχε τὸ δεύτερον· ἀμφὶ δὲ γαίῃ
  12. γείτονα πότμον ἔχων κινυρὴν ἐφθέγξατο φωνήν·
  13. Νύμφαι Ἁμαδρυάδες με καλύψατε, μή με δαμάσσῃ
  14. παιδοφόνοις παλάμῃσιν ἐμὴ φιλότεκνος Ἀγαύη.
  15. μῆτερ ἐμή, δύσμητερ, ἀπηνέος ἴσχεο λύσσης·
  16. θῆρα πόθεν καλέεις με τὸν υἱέα; ποῖα κομίζω
  17. στήθεα λαχνήεντα; τίνα βρυχηθμὸν ἰάλλω;
  18. οὐκέτι γινώσκεις με, τὸν ἔτρεφες, οὐκέτι λεύσσεις·
  19. σὴν φρένα καὶ τεὸν ὄμμα τίς ἥρπασε; χαῖρε, Κιθαιρών·
  20. χαίρετε, δένδρεα ταῦτα καὶ οὔρεα· σώζεο, Θήβη