Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οἷα γυνὴ παίζουσα χοροίτυπος· οἷα δὲ ῥόπτρῳ
  2. δίκτυπον ἁρμονίην κροτέων ἑτερόζυγι χαλκῷ
  3. ἠερίαις μεθέηκεν ἀλήμονα βόστρυχον αὔραις,
  4. Λυδὸν ἀνακρούων μέλος Εὔιον. ἦ τάχα φαίης
  5. ἄγρια κωμάζουσαν ἰδεῖν λυσσώδεα βάκχην.
  6. καὶ διδύμους Φαέθοντας ἐδέρκετο καἰ δύο Θήβας·
  7. ἔλπετο δʼ ἀκαμάτων ἐπικείμενον ὑψόθεν ὤμων
  8. Θήβης ἑπταπόροιο μετοχλίζειν πυλεῶνα.
  9. ἀμφὶ δέ μιν στεφανηδὸν ἐκυκλώσαντο πολῖται,
  10. ὃς μὲν ἔχων τροχόεντα λόφον χθονός, ὃς δʼ ἐπὶ πέτρῳ
  11. ὑψιφανής, ὁ δὲ πῆχυν ἐπʼ ἀνέρος ὦμον ἐρείσας
  12. ἴχνος ἀνῃώρησεν ἐπὶ χθονὶ δάκτυλα πήξας·
  13. καί τις ἐυγλώχινα μετήιεν ὄγκον ἀρούρης,
  14. ἄλλος ἐπὶ προβλῆτος ἐπάλξιος, ὃς δὲ δοκεύων
  15. δόχμιον ὄμμα τίταινεν ἀερσιλόφων ἀπὸ πύργων·
  16. ὃς δὲ μέσας στεφανηδὸν ἐπʼ ἄντυγι χεῖρας ἑλίξας
  17. ἴχνεσιν ἀκροπόροισιν ἀνήιε κίονα βαίνων,
  18. Πενθέα παπταίνων δεδονημένον ἅλματι λύσσης,
  19. θύρσον ἀερτάζοντα καἰ αἰθύσσοντα καλύπτρην.
  20. ἤδη δʼ ἑπταπόροιο παρέδραμε τείχεα Θήβης,