Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. αὐτομάτοις ἑλίκεσσιν ἀνοιγομένων πυλεώνων·
  2. ἤδη δὲ πρὸ πόληος ἐς ἠέρα βόστρυχα σείων
  3. ἁβρὰ δρακοντοβότοιο παρέστιχε νάματα Δίρκης·
  4. καὶ ποδὶ λυσσήεντι χοροίτυπον ἴχνος ἑλίσσων
  5. δαίμονος ἀμπελόεντος ὀπίστερον εἶχε πορείην.
  6. ἀλλʼ ὅτε χῶρον ἵκανεν, ὅθι δρύες, ἧχι χορεῖαι,
  7. καἰ τελεταὶ Βρομίου θιασώδεες, ἧχι καὶ αὐτὴ
  8. Βασσαρίδων ἀπέδιλος ἔην κεμαδοσσόος ἄγρη,
  9. ἀμπελόεις τότε Βάκχος ὀρειάδος ἔνδοθι λόχμης
  10. ἀρχαίην ἐλάτην ἰσομήκεα γείτονι πέτρῃ
  11. δένδρον ἰδὼν περίμετρον ἐγήθεεν, ἧς ὑπὸ θάμνῳ
  12. ἀγχινεφεῖς πετάλοισιν ἐπεσκιόωντο κολῶναι·
  13. ἀκρότατον δὲ κόρυμβον ἀφειδέι χειρὶ πιέζων
  14. εἰς πέδον, εἰς πέδον εἷλκε κατὰ χθονὸς ἐκταδὰ Πενθεὺς---
  15. θαλλὸν ἀερσιπότητον, ἐπισφίγγων δὲ φορῆα
  16. ὕψι τιταινομένων ἐδράξατο χειρὶ κορύμβων,
  17. καὶ πόδας ἔνθα καὶ ἔνθα παλινδίνητος ἑλίσσων
  18. ἄστατος ὀρχηστῆρι τύπῳ κουφίζετο Πενθεύς.
  19. καὶ τότε βασσαρίδεσσι χορίτιδες ἤλυθον Ὧραι·
  20. ἀλλήλαις δʼ ἐκέλευον, ἀνεζώννυντο δὲ πέπλοις,