Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ δροσόεις κελάδησεν ἁλὸς κτύπος· ἦν δὲ νοῆσαι
  2. δένδρεα κωμάζοντα καὶ αὐδήεσσαν ἐρίπνην.
  3. καί τις ἑοῦ θαλάμοιο χοροίτυπος ἔκθορε κούρη,
  4. αὐλὸς ὅτε τρητοῖσι πόροις ἰάχησε κεράστης·
  5. καὶ κτύπος ἀμφιβόητος ἀδεψήτοιο βοείης
  6. παρθενικὰς βάκχευσεν, ἀπʼ εὐτύκτων δὲ μελάθρων
  7. εἰς ὄρος ὑψικάρηνον ἐρημάδας ἤλασε Βάκχας.
  8. καί τις ἀνοιστρηθεῖσα θυελλήεντι πεδίλῳ
  9. κούρη λυσιέθειρα διέσσυτο παρθενεῶνος,
  10. κερκίδα καλλείψασα καὶ ἱστοτέλειαν Ἀθήνην·
  11. καὶ πλοκάμων ἀκόμιστον ἀπορρίψασα καλύπτρην
  12. μίσγετο Βασσαρίδεσσι καὶ Ἀονὶς ἔπλετο Βάκχη.
  13. Τειρεσίας δʼ ἱέρευσεν ἀλεξικάκῳ Διονύσῳ
  14. βωμὸν ἀναστήσας, ἵνα Πενθέος ὕβριν ἐρύξῃ
  15. καὶ χόλον ἀπρήυντον ἀποσκεδάσειε Λυαίου·
  16. ἀλλὰ μάτην ἱκέτευσεν, ἐπεὶ λίνον ἤλυθε Μοίρης.
  17. καὶ Σεμέλης γενέτην ἐκαλέσσατο μάντις ἐχέφρων,
  18. ὄφρα μετασχήσωσι χοροστασίην Διονύσου.
  19. βριθομένοις δὲ πόδεσσι γέρων ὠρχήσατο Κάδμος
  20. στέψας Ἀονίῳ χιονώδεα βόστρυχα κισσῷ·