Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἥλικες ἀγρώσσοντι συναγρώσσουσι Λυαίῳ.
  2. ζῆλον ἔχω, Λιόνυσε, λεοντοφόνοιο Κυρήνης·
  3. φείδεό μοι Βρομίοιο, θεημάχε, φείδεο, Πενθεῦ·
  4. εἰς σκοπέλους ἀκίχητος ἐλεύσομαι, ὄφρα καἰ αὐτὴ
  5. εὔιον ἀείδουσα χοροίτυπον ἴχνος ἑλίξω·
  6. οὐκέτι βοτρυόεντος ἀναίνομαι ὄργια Βάκχου,
  7. οὐκέτι Βασσαρίδων στυγέω χορόν· ἀλλὰ καὶ αὐτὴ
  8. δειμαίνω Διόνυσον, ὃν ἤροσεν ἄφθιτος εὐνή,
  9. ὃν Διὸς ὑψιμέδοντος ἐχυτλώσαντο κεραυνοί.
  10. ἔσσομαι ὠκυπέδιλος, ὁμήλυδος ἰοχεαίρης
  11. δίκτυα κουφίζουσα, καὶ οὐ κλωστῆρας Ἀθήνης.
  12. ὣς φαμένη πεπότητο νέη σκαίρουσα Μιμαλλών,
  13. ληναίης μεθέπουσα φιλεύιον ἅλμα χορείης,
  14. Βάκχον ἀνευάζουσα καἰ ἀείδουσα Θυώνην·
  15. καὶ Σεμέλην ὑπάτοιο Διὸς κίκλησκε γυναῖκα,
  16. καὶ σέλας εὐφαέων γαμίων ἐλίγαινε κεραυνῶν.
  17. καὶ χορὸς ὲν σκοπέλοισιν ἔην πολύς· ἀμφὶ δὲ πέτραι
  18. ἴαχον· ἑπταπύλου δὲ πέδον περιδέδρομε Θήβης
  19. ἠχὴ ποικιλόμορφος· ὁμογλώσσῳ δʼ ἀλαλητῷ
  20. μελπομένων βαρύδουπος ἐπεσμαράγησε Κιθαιρών·