Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Τειρεσίας δʼ ὁμόφοιτος ἑὸν πόδα νωθρὸν ἑλίσσων,
  2. Μυγδονίῳ Φρύγα κῶμον ἀνακρούων Διονύσῳ,
  3. εἰς χορὸν ἀίσσοντι συνέμπορος ἤιε Κάδμῳ
  4. γηραλέον νάρθηκι θεουδέι πῆχυν ἐρείσας.
  5. ἀθρήσας δὲ γέροντας ὁμήλυδας ὄμματι λοξῷ
  6. Τειρεσίαν καὶ Κάδμον ἀτάσθαλος ἴαχε Πενθεύς·
  7. Κάδμε, τί μαργαίνεις; τίνι δαίμονι κῶμον ἐγείρεις;
  8. Κάδμε, μιαινομένης ἀποκάτθεο κισσὸν ἐθείρης,
  9. κάτθεο καὶ νάρθηκα νοοπλανέος Διονύσου·
  10. Ὀγκαίης δʼ ἀνάειρε σαόφρονα χαλκὸν Ἀθήνης.
  11. νήπιε Τειρεσία, στεφανηφόρε, ῥῖψον ἀήταις
  12. σῶν πλοκάμων τάδε φύλλα, νόθον στέφος· ἀντὶ δὲ θύρσου
  13. Φοίβου μᾶλλον ἄειρε τεὴν Ἰσμηνίδα δάφνην.
  14. αἰδέομαι σέο γῆρας, ἀμετροβίων δὲ καὶ αὐτῶν
  15. μάρτυρα δῶν ἐτέων πολιὴν πλοκαμῖδα γεραίρω·
  16. εἰ μὴ γὰρ τόδε γῆρας ἐρήτυε καὶ σέο χαίτη,
  17. καί κεν ἀλυκτοπέδῃσιν ἐγὼ δέο χεῖρας ἑλίξας
  18. δέσμιον ἀχλυόεντι κατεσφρήγισσα μελάθρῳ.
  19. σὸς νόος οὔ με λέληθε· σὺ γὰρ Πενθῆι μεγαίρων
  20. μαντοσύναις δολίῃσι νόθον θεὸν ἀνέρα τεύχεις,