Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἄζυγα ταῦρον ἔχων ἐδράξατο χειρὶ κεραίης,
  2. ὡς θεράπων Πενθῆος ἀπειλείων Διονύσῳ
  3. ψευδομένῳ κερόεντι, καὶ ὡς κοτέοντι προσώπῳ
  4. Πενθέος ἐγγὺς ἵκανε μεμηνότος, ἑζομένου δὲ
  5. λυσσαλέου βασιλῆος ἀγήνορα κόμπον ἀθύρων
  6. φρικαλέην ἀγέλαστος ἐπίκλοπον ἴαχε φωνήν·
  7. Οὗτος ἀνήρ, σκηπτοῦχε, τεὴν οἴστρησεν Ἀγαύην·
  8. οὗτος ἀνὴρ ἐθέλει βασιληίδα Πενθέος ἕδρην·
  9. ἀλλὰ λαβὼν κερόεντα δολόφρονα Βάκχον ἀλήτην
  10. δῆσον ἀλυκτοπέδῃσι τεῶν μνηστῆρα θοώκων,
  11. καὶ κεφαλήν πεφύλαξο βοοκραίρου Διονύσου,
  12. μή σε λαβὼν πλήξειε τανυγλώχινι κεραίῃ.
  13. ὣς φαμένου Βρομίοιο κατάσχετος ἔμφρονι λύσσῃ
  14. μῦθον ἀπειλητῆρα θεημάχος ἴαχε Πενθεύς·
  15. Δήσατε, δήσατε τοῦτον, ἐμῶν συλήτορα θώκων·
  16. οὗτος ἐμοῖς σκήπτροισι κορύσσεται, οὗτος ἱκάνει
  17. Καδμείην ἐθέλων Σεμέλης πατρώιον ἕδρην.
  18. καλὸν ἐμοὶ Διόνυσον, ὄν ἤροσε λάθριος εὐνή,
  19. ἀνδροφυῆ τινα ταῦρον ἔχειν ξυνήονα τιμῆς,
  20. βουκεράῳ νόθον εἶδος ἐπαυγάζοντα μετώπῳ,