Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Δμῶες ἐμοί, στείχοντες ἐν ἄστεϊ καὶ μέσον ὕλης
  2. ἄξατέ μοι βαρύδεσμον ἀνάλκιδα τοῦτον ἀλήτην,
  3. ὄφρα τυπεὶς Πενθῆος ἀμοιβαίῃσιν ἱμάσθλαις
  4. μηκέτι φαρμακόεντι ποτῷ θέλξειε γυναῖκας,
  5. ἀλλὰ γόνυ κλίνειεν· ἀπὸ σκοπέλων δὲ καὶ αὐτὴν
  6. μητέρα βακχευθεῖσαν ἐμὴν φιλότεκνον Ἀγαύην
  7. φοιτάδος ἀγρύπνοιο μεταστήσασθε χορείης,
  8. λυσσαλέης ἐρύσαντες ἀνάμπυκα βότρυν ἐθείρης.
  9. ὥς φαμένου Πενθῆος ὀπάονες ὠκέι ταρσῷ
  10. ἔδραμον ὑψικόμοιο δυσέμβατον εἰς ῥάχιν ὕλης
  11. ἴχνια μαστεύοντες ὀριπλανέος Διονύσου.
  12. καὶ μόγις ἀθρήσαντες ἐρημάδος ἀγχόθι πέτρης
  13. θυρσομανῆ Διόνυσον ἐπερρώσαντο μαχηταὶ·
  14. καὶ παλάμαις Βρομίοιο πέριξ ἔσφιγξαν ἱμάντας,
  15. δεσμὰ βαλεῖν ἐθέλοντες ἀνικήτῳ Διονύσῳ·
  16. ἀλλʼ ὁ μὲν ἦεν ἄφαντος, ἑῷ πτερόεντι πεδίλῳ
  17. ἀίξας ἀκίχητος, ἐν ἀφθόγγῳ δὲ σιωπῇ
  18. δαιμονίῃ θεράποντες ἐδουλώθησαν ἀνάγκῃ,
  19. μῆνιν ἀλυσκάζοντες ἀθηήτοιο Λυαίου
  20. ταρβαλέοι. καὶ Βάκχος ὁμοίιος ἀσπιδιώτῃ