Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὅν μετὰ Πασιφάην Σεμέλη τάχα γείνατο ταύρῳ,
  2. βοσκομένῳ κερόεντι συναπτομένη παρακοίτη.
  3. εἶπε καὶ ἀγραύλοιο πόδας ταύροιο πιέζων
  4. σφίγξεν ἀλυκτοπέδῃσι λαβὼν δέ μιν ἀντὶ Λυαίου
  5. ἤγαγεν ἱππείης πεπεδημένον ἐγγύθι φάτνης,
  6. ὡς Σεμέλης θρασὺν υἷα καί τινα ταῦρον ἐέργων
  7. Βασσαρίδων δὲ φάλαγγα περίπλοκον ἅμματι χειρῶν
  8. δέσμιον εὐρώεντι κατεσφρήγισσε μελάθρῳ,
  9. εἰς γλαφυρόν τινα κοῖλον ἀτερπέος οἶκον ἀνάγκης,
  10. Κιμμερίων μίμημα δυσέκβατον, ἄμμορον Ἠοῦς,
  11. ἀμφιπόλους Βρομίου θιασώδεας, ὥν ὑπὸ δεσμῷ
  12. θλιβομέναις παλάμῃσιν ἐμιτρώθησαν ἱμάντες,
  13. χαλκείη δὲ πόδεσσιν ἐπεσφρηγίζετο σειρή.
  14. ἀλλὰ ταχυστροφάλιγγος ὅτε δρόμος ἦλθε χορείης,
  15. μαινάδες ὠρχήσαντο· θυελλήεσσα δὲ Βάκχη
  16. ἄστατα δινηθεῖσα ποδῶν βητάρμονι παλμῷ
  17. ἀρραγέων ἀνέκοπτε παλίλλυτον ὁλκόν ἱμάντων,
  18. καὶ παλάμαις κροτάλιζεν ἐλεύθερον Εὔιον ἠχὼ
  19. εὐρύθμοις πατάγοισιν· ὑπὸ στροφάλιγγι δὲ ταρσῶν
  20. χαλκοβαρὴς σφριγόωσα ποδῶν ἐσχίζετο σειρή.