Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὡς ῥόπαλον πίτυν εἶχε, καὶ ὡς θοὸν ἄορ ἑλίσσων
  2. πρυμνόθεν αὐτόρριζον ἐκούφισε θάμνον ἐλαίης.
  3. ἀλλʼ ὅτε τηλεβόλους ὀρέων ἐκένωσε κολώνας,
  4. καὶ σκιερῆς βαθύδενδρος ἐγυμνώθη ῥάχις ὕλης,
  5. θυρσομανὴς τότε Βάκχος ἐὸν βέλος ἠθάδι ῥοίζῳ
  6. εἰς σκοπὸν ἠκόντιζε, καὶ ἠλιβάτου τύχεν Ἄλπου
  7. εἰς πλατὺν ἀνθερεῶνα, κατʼ ἀσφαράγοιο δὲ μέσσου
  8. ὀξυτενὴς χλοάουσα διέσσυτο Βακχιὰς αἰχμή·
  9. ἔνθα Γίγας ὀλίγῳ τετορημένος ὀξέι θύρσῳ
  10. ἡμιθανὴς κεκύλιστο καὶ ἔμπεσε γείτονι πόντῳ,
  11. πλησάμενος βαθύκολπον ὅλον κενεῶνα θαλάσσης·
  12. ὑψώσας δὲ ῥέεθρα Τυφαονίης διὰ πέτρης
  13. θερμὰ κασιγνήτοιο κατέκλυσε νῶτα χαμευνῆς,
  14. ἔμπυρον ὑδατόεντι καταψύχων δέμας ὁλκῷ.
  15. ἀλλά, τέκος, πεφύλαξο, μή εἴκελα καὶ σὺ νοήσῃς,
  16. Τυρσηνῶν ἄτε παῖδες, ἄτε θρασὺς υἱὸς Ἀρούρης.
  17. εἶπε καὶ οὐ παρέπεισεν· ἀταρβήτῳ δὲ πεδίλῳ
  18. εἰς ὄρος ὑψικάρηνον ὁμόσσυτος ἤιε Κάδμῳ,
  19. ὄφρα χοροῦ ψαύσειε. σιδηροφόροις δὲ μαχηταῖς
  20. ἀσπίδα κουφίζων κορυθαιόλος ἴαχε Πενθεύς·