Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. χερσὶ πολυσπερέεσσι περίπλοκον υἱὸς Ἀρούρης
  2. ἡνίοχον καὶ πῶλον ἑῷ τυμβεύσατο λαιμῷ.
  3. πολλάκι δʼ εὐδένδροιο διʼ οὔρεος εἰς νομὸν ἕλκων
  4. μῆλα μεσημβρίζοντα γέρων δαιτρεύετο ποιμήν.
  5. οὐ τότε δʼ αἰπολίοισι παρήμενος ἤ παρὰ μάνδραις
  6. συμφερτοῖς δονάκεσσι μελίζετο μουσοπόλος Πάν,
  7. οὐ κτύπου ὑστερόφωνος ἀμείβετο πηκτίδος Ἠχώ·
  8. ἀλλά, λάλον περ ἐοῦσαν, ἐθήμονι σύνθροον αὐλῷ
  9. Πανὸς ἀσιγήτοιο κατεσφρηγίσσατο σιγή,
  10. ὅττι Γίγας τότε πᾶσιν ἐπέχραεν· οὐ τότε βούτης,
  11. οὐ χορὸς ὑλοτόμων τις ὁμήλικας ἤκαχε Νύμφας
  12. τέμνων νήια δοῦρα, καὶ οὐ σοφὸς ὁλκάδα τέκτων
  13. δουροπαγὲς γόμφωσεν ὁδοιπόρον ἄρμα θαλάσσης,
  14. εἰσόκε κεῖνα κάρηνα παρέστιχε Βάκχος ὁδεύων,
  15. σείων Εὔια θύρσα· παρερχομένῳ δὲ Λυαίῳ
  16. ὑψινεφὴς περίμετρος ἐπέχραεν υἱὸς Ἀρούρης,
  17. ἀσπίδα πετρήεσσαν ἑοῖς ὤμοισιν ἀείρων·
  18. καὶ σκόπελον βέλος εἶχεν, ἐπεσκίρτησε δὲ Βάκχῳ
  19. γείτονα δενδρήεσσαν ἔχων ὑψίδρομον αἰχμήν,
  20. ἢ πίτυν ἤ πλατάνιστον ἀκοντίζων Διονύσῳ.