Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πέμπτον τεσσαρακοστὸν ἐπόψεαι, ὁππόθι Πενθεὺς ταῦρον ἐπισφίγγει κεραελκέος ἀντὶ Λυαίου.
  2. ὣς φαμένου Βρομίοιο δόμων ἐξέδραμε νύμφη
  3. χάρματι λυσσήεντι κατάσχετος, ὄφρα νοήσῃ
  4. νυμφίον Ἀκταίωνα παρήμενον ἰοχεαίρῃ·
  5. καί οἱ ἐπειγομένῃ σφαλερῷ ποδὶ σύνδρομος αὔραις
  6. εἰς ὅρος ἀκρήδεμνος ὁμάρτεε μαινὰς Ἀγαύη,
  7. καὶ Κρονίης μάστιγος ἱμασσομένη φρένα κέντρῳ
  8. ἄσκοπον ἐρροίβδησε μεμηνότι χείλεϊ φωνήν·
  9. Οὐτιδανῷ Πενθῆι κορύσσομαι, ὄφρα δαείη,
  10. θαρσαλέην ὅτι Κάδμος Ἀμαζόνα τίκτεν Ἀγαύην.
  11. ἔμπλεος ἠνορέης καὶ ἐγὼ πέλον· ἢν ἐθελήσω,
  12. καὶ γυμναῖς παλάμῃσιν ὅλον Πενθῆα δαμάσσω,
  13. καὶ στρατιὴν εὔοπλον ἀτευχέι χειρὶ δαΐζω.
  14. θύρσον ἔχω· μελίης οὐ δεύομαι, οὐ δόρυ πάλλω·
  15. ἔγχεϊ δʼ ἀμπελόεντι δορυσσόον ἀνέρα βάλλω·
  16. οὐ φορέω θώρηκα, καὶ εὐθώρηκα δαμάσσω.
  17. κύμβαλα δʼ αἰθύσσουσα καὶ ἀμφιπλῆγα βοείην
  18. κυδαίνω Διὸς υἷα, καὶ οὐ Πενθῆα γεραίρω.
  19. Λύδιά μοι δότε ῥόπτρα· τί μέλλετε, θυιάδες ὧραι;
  20. ἵξομαι εἰς σκοπέλους, ὅθι Μαινάδες, ἧχι γυναῖκες