Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ χορὸς ἀγρονόμων καὶ πώεα μηλοβοτήρων,
  2. καὶ κτύπον ὠίσαντο λιγυφθόγγοιο νομῆος
  3. ποιμενίῃ σύριγγι μελιζομένοιο νοῆσαι,
  4. καὶ λιγυρῶν ἀίοντες ἐυτρήτων μέλος αὐλῶν
  5. μεσσατίου πλώοντες ἀτέρμονος ὑψόθι πόντου
  6. γαῖαν ἰδεῖν ἐδόκησαν· ἀμερσινόῳ δʼ ὑπὸ λύσσῃ
  7. εἰς βυθὸν ἀίσσοντες ἐπωρχήσαντο γαλήνῃ,
  8. ποντοπόροι δελφῖνες· ἀμειβομένου δὲ προσώπου
  9. εἰς φύσιν ἰχθυόεσσαν ἐμορφώθη γένος ἀνδρῶν.
  10. καὶ σύ, τέος, δολόεντα χόλον πεφύλαξο Λυαίου.
  11. ἀλλʼ ἐρέεις· μεθέπω δέμας ἄλκιμον, ἀμφιέπω δὲ
  12. φρικτὸν ὀδοντοφύτων αὐτόσπορον αἷμα Γιγάντων.
  13. δαιμονίην φύγε χεῖρα Γιγαντοφόνου Διονύσου,
  14. ὅς ποτε Τυρσηνοῖο παρὰ κρηπῖδα Πελώρου
  15. Ἄλπον ἀπηλοίησε, θεημάχον υἱὸν Ἀρούρης,
  16. μαρνάμενον σκοπέλοισι καὶ αἰχμάζοντα κολώναις·
  17. μαινομένου δὲ Γίγαντος ὑποπτήσσων στίχα λαιμῶν
  18. οὐ τότε κεῖνο κάρηνον ὁδοιπόρος ἔστιχε πέτρης·
  19. εἰ δέ τις ἀγνώσσων ἀβάτῳ πεφόρητο κελεύθῳ
  20. μαστίζων θρασὺν ἵππον, ὑπὲρ σκοπέλοιο νοήσας