Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὁλκαίαις ἑλίκεσσιν ἀνέδραμεν εἰς κέρας ἱστοῦ·
  2. καὶ χλοεροῖς πετάλοισι κατάσκιος ἠέρι γείτων
  3. ἱστὸς ἔην κυπάρισσος ὑπέρτατος· ὲν δὲ μεσόδμῃ
  4. κισσὸς ἀερσιπότητος ἀνήιεν αἰθέρι γείτων,
  5. σειρὴν αὐτοέλικτον ἐπιπλέξας κυπαρίσσῳ·
  6. ἀμφὶ δὲ πηδαλίοισιν ὑπερκύψασα θαλάσσης
  7. Βακχιὰς ἀμπελόεντι κάμαξ ἐβαρύνετο καρπῷ·
  8. πρύμνης δʼ ἡδυπότοιο βαρυνομένης Διονύσου
  9. οἶνον ἀναβλύζουσα μέθης βακχεύετο πηγή.
  10. ἀμφὶ δὲ σέλματα πάντα διὰ πρώρης ἀνιόντες
  11. θῆρες ἀεξήθησαν· ἐμυκήσαντο δὲ ταῦροι,
  12. καὶ βλοσυρὸν κελάδημα λέων βρυχήσατο λαιμῷ.
  13. Τυρσηνοὶ δʼ ἰάχησαν, ἐβακχεύοντο δὲ λύσσῃ
  14. εἰς φόβον οἰστρηθέντες. ἀεξιφύτοιο δὲ πόντου
  15. ἄνθεα κυματόεντες ἀπέπτυον ὕδατος ὁλκοί·
  16. καὶ ῥόδον ἐβλάστησε, καὶ ὑψόθεν, ὡς ἐνὶ κήπῳ,
  17. ἀφροτόκοι κενεῶνες ἐφοινίσσοντο θαλάσσης,
  18. καὶ κρίνον ἐν ῥοθίοις ἀμαρύσσετο. δερκομένων δὲ
  19. ψευδομένους λειμῶνας ἐβακχεύθησαν ὀπωπαί,
  20. καί σφιν ὄρος βαθύδενδρον ἐφαίνετο καὶ νομὸς ὕλης