Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Τυρσηνοὺς ἀπάφησε· νόθην δʼ ὑπεδύσατο μορφήν,
  2. ἱμερόεις ἅτε κοῦρος ἔχων ἀχάρακτον ὑπήνην,
  3. αὐχένι κόσμον ἔχων χρυσήλατον· ἀμφὶ δὲ κόρσην
  4. στέμματος ἀστράπτοντος ἔην αὐτόσσυτος αἴγλη
  5. λυχνίδος ἀσβέστοιο, καὶ ἔγχλοα νῶτα μαράγδου,
  6. καὶ λίθος Ἰνδῴη χαροπῆς ἀμάρυγμα θαλάσσης·
  7. καὶ χροῒ δύσατο πέπλα φαάντερα κυκλάδος Ἠοῦς
  8. ἄρτι χαρασσομένης, Τυρίῃ πεπαλαγμένα κόχλῳ.
  9. ἵστατο δʼ αἰγιαλοῖο παρʼ ὀφρύσιν, οἷα καὶ αὐτὸς
  10. ὁλκάδος ἱμείρων ἐπιβήμεναι. οἱ δὲ θορόντες
  11. φαιδρὸν ἐληίσσαντο δολοπλόκον υἷα Θυώνης
  12. καὶ κτεάνων γύμνωσαν· ὑποτροχόωσα δὲ σειρὴ
  13. χερσὶν ὀπισθοτόνοισιν ἐμιτρώθη Διονύσου.
  14. καὶ νέος ἐξαπίνης μέγας ἔπλετο θέσπιδι μορφῇ
  15. ἀνδροφυὴς κερόεις ὑψούμενος ἄχρις Ὀλὺμπου,
  16. νύσσων ἠερίων νεφέων σκέπας· εὐκελάδῳ δὲ
  17. ὡς στρατὸς ἐννεάχιλος ἐῷ μυκήσατο λαιμῷ.
  18. μηκεδανοὶ δὲ κάλωες ἐχιδναῖοι πέλον ὁλκοί,
  19. ἔμπνοα μορφωθέντες ἐς ἀγκύλα νῶτα δρακόντων·
  20. καὶ πρότονοι σύριζον· ὑπηνέμιος δὲ κεράστης