Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀφλεγέες σπινθῆρες ἐχυτλώσαντο κεραυνοῦ;
  2. οὗτος ἀμαλλοτόκῳ Δημήτερι μοῦνος ἐρίζει
  3. ἀντίτυπον σταχύεσσιν ἔχων εὔβοτρυν ὀπώρην.
  4. ἀλλὰ χόλον Βρομίοιο φυλάσσεο· δυσσεβίης δὲ
  5. σοί, τέκος, ἢν ἐθέλῃς, Σικελόν τινα μῦθον ἐνίψω.
  6. Τυρσηνῶν ποτε παῖδες ἐναυτίλλοντο θαλάσσῃ,
  7. ξεινοφόνοι, πλωτῆρες ἀλήμονες, ἅρπαγες ὄλβου,
  8. πάντοθεν ἁρπάζοντες ἐπάκτια πώεα μήλων·
  9. καὶ πολὺς ἔνθα καὶ ἔνθα δορικτήτων ἀπὸ νηῶν
  10. εἰς μόρον ὑδατόεντα γέρων ἐκυλίνδετο ναύτης
  11. ἡμιθανής, ἕτερος δὲ προασπίζων ἕο ποίμνης
  12. ἀμφιλαφὴς πολιῇσι φόνῳ φοινίσσετο ποιμήν.
  13. ἔμπορος εἰ τότε πόντον ἐπέπλεεν, εἴ ποτε Φοῖνιξ
  14. ὤνια Σιδονίης ἁλιπόρφυρα πέπλα θαλάσσης
  15. εἶχεν, ὑπὲρ πόντοιο λαβὼν Τυρσηνὸς ἀλήτης
  16. ἀπροϊδὴς πεφόρητο ῥυηφενέων ἐπὶ νηῶν·
  17. καί τις ἀνὴρ νήποινον ἀπείρονα φόρτον ὀλέσσας
  18. εἰς Σικελὴν Ἀρέθουσαν ἀνὴρ πορθμεύετο Φοῖνιξ
  19. δέσμιος, ἁρπαμένοιο λιπόπτολις ἄμμορος ὄλβου.
  20. ἀλλὰ δόλῳ Διόνυσος ἐπίκλοπον εἶδος ἀμείψας