Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τοῖον ὄναρ βλοσυρωπὸν ὑπόχλοος εἶδεν Ἀγαύη.
  2. ἔνθεν ἐριπτοίητος ἀπωσαμένη πτερὸν Ὕπνου,
  3. ὀρθρινὴ καλέσασα θεηγόρον υἷα Χαρικλοῦς,
  4. μάντιας ἐσσομένων φονίους ἐδίδαξεν ὀνείρους·
  5. Τειρεσίας δʼ ἐκέλευσε θεοπρόπος ἄρσενα ῥέξαι
  6. ταῦρον, ἀοσσητῆρα δαφοινήεντος ὀνείρου,
  7. Ζηνὸς ἀλεξικάκοιο θεοκλήτῳ παρὰ βωμῷ,
  8. μηκεδανῆς ἐλάτης παρὰ δένδρεον, ἧχι Κιθαιρὼν
  9. πέπταται ὑψικάρηνος· Ἁμαδρυάδεσσι δὲ Νύμφαις
  10. θῆλυν ὄιν σήμαινε θυηπολέειν παρὰ λόχμῃ.
  11. ἔγνω δʼ ἔμφρονα θῆρα καὶ ἀγρώσσουσαν Ἀγαύην
  12. γαστρὸς ἑῆς ὠδῖνα καὶ ὠλεσίτεκνον ἀγῶνα
  13. καὶ κεφαλὴν Πενθῆος· ἐν ἀφθόγγῳ δὲ σιωπῇ
  14. κρύψεν ὀνειρείης ἀπατήλιον εἰκόνα νίκης,
  15. Πενθέα μὴ βαρύμηνιν ἑὸν βασιλῆα χαλέψῃ.
  16. πειθομένη δὲ γέροντι σοφῷ φιλότεκνος Ἀγαύη
  17. εἰς ὄρος ὑψικάρηνον ὁμόστολος ἤιε Κάδμῳ
  18. Πενθέος ἑσπομένοιο· καὶ εὐκεράῳ παρὰ βωμῷ
  19. θῆλυν ὄιν κερόεντι συνέμπορον ἄρσενι ταύρῳ,
  20. ἧχι Διὸς πέλεν ἄλσος ὀρειάδος ἔμπλεον ὕλης,