Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- καὶ φυτὸν ὑψικάρηνον, ὅπῃ θρασὺς ἕζετο Πενθεύς,
- θῆρες ἐκυκλώσαντο, καὶ ἄγριον εἶχον ἐρωὴν
- δένδρον ἀπειλητῆρι μετοχλίζοντες ὀδόντι,
- τρηχαλέαις γενύεσσι· τινασσομένοιο δὲ δένδρου
- κύμβαχος αὐτοκύλιστος ἕλιξ δινεύετο Πενθεύς,
- καί μιν ἐδηλήσαντο δεδουπότα λυσσάδες ἄρκτοι·
- ἀγροτέρη δὲ λέαινα καταΐσσουσα προσώπου
- πρυμνόθεν ἔσπασε χεῖρα, καὶ ἄσχετα μαινομένη θὴρ
- ἡμιτόμου Πενθῆος ἐρεισαμένη πόδα λαιμῷ
- θηγαλέοις ὀνύχεσσι διέθρισεν ἀνθερεῶνα,
- αἱμαλέον δὲ κάρηνον ἐκούφισεν ἅρπαγι ταρσῷ
- οἰκτρὰ δαϊζομένου, καὶ ἐδείκνυε μάρτυρι Κάδμῳ
- παλλομένη, βροτέην δʼ ἀλιτήμονα ῥήξατο φωνήν·
- Εἰμὶ τεὴ θυγάτηρ θηροκτόνος· εἰμὶ δὲ μήτηρ
- Πενθέος ὀλβίστοιο, τεὴ φιλότεκνος Ἀγαύη.
- τηλίκον ὤλεσα θῆρα· λεοντοφόνοιο δὲ νίκης
- δέχνυσο τοῦτο κάρηνον ἐμῆς πρωτάγριον ἀλκῆς·
- τηλίκον οὔ ποτε θῆρα κατέκτανε σύγγονος Ἰνώ,
- οὐ κτάνεν Αὐτονόη· σὺ δὲ σύμβολα παιδὸς Ἀγαύης
- πῆξον ἀριστοπόνοιο τεοῦ προπάροιθε μελάθρου.