Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ζηνὶ καὶ Ἁδρυάδεσσι μίαν ξύνωσε θυηλὴν
  2. Κάδμος Ἀγηνορίδης, θεοτερπέα βωμὸν ἀνάψας,
  3. ῥέζων ἀμφοτέροισιν· ἀναπτομένοιο δὲ πυρσοῦ
  4. κνίση μὲν περίφοιτος ἕλιξ συνενήχετο καπνῷ
  5. εὐόδμῳ στροφάλιγγι, δαϊζομένου δʼ ἄρα ταύρου
  6. ὄρθιος αἱμαλέης αὐτόσσυτος αὐλὸς ἐέρσης
  7. χεῖρας ἐρευθιόωντι φόνῳ πόρφυρεν Ἀγαύης ---
  8. αὐχένιον δὲ τένοντα πέριξ στεφανηδὸν ἑλίξας
  9. οἰδαλέην ἐπίκυρτον ἑὴν δοχμώσατο δειρὴν
  10. μείλιχος εἱλικόεντι δράκων μιτρούμενος ὁλκῷ,
  11. στέμματι δʼ ὁλκαίῳ κεφαλὴν κυκλώσατο Κάδμου
  12. πρηῢς ὄφις, καὶ γλῶσσα πέριξ λίχμαζεν ὑπήνην
  13. μειλιχίων φίλον ἰὸν ἀποπτύουσα γενείων
  14. οἰγομένων· καὶ θῆλυς ὄφις μιτρώσατο κόρσην
  15. Ἁρμονίης ξανθοῖσι περιπλεχθεῖσα κορύμβοις.
  16. καὶ διδύμων ὀφίων πετρώσατο γυῖα Κρονίων,
  17. ὅττι παρʼ Ἰλλυρικοῖο δρακοντοβότου στόμα πόντου
  18. Ἁρμονίη καὶ Κάδμος ἀμειβομένοιο προσώπου
  19. λαϊνέην ἤμελλον ἔχειν ὀφιώδεα μορφήν.
  20. καὶ φόβον ἄλλον ἔχουσα μετὰ προτέρου φόβον ὕπνου