Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὅν ποτε Κάδμος ἔδειμεν, ὅτε βραδυπειθέι ῥιπῇ
  2. μόσχου πυργοδόμοιο φερέπτολις ὤκλασε χηλή·
  3. ἀμφὶ δὲ θεῖον ἄγαλμα πολισσούχοιο θεαίνης
  4. αὐτομάτῃ ῥαθάμιγγι θεόσσυτος ἔβλυεν ἱδρὼς
  5. δεῖμα φέρων ναέτῃσι· καὶ ἐκ ποδὸς ἄχρι καρήνου
  6. ἄγγελος ἐσσομένων βρέτας Ἄρεος ἔρρεε λύθρῳ.
  7. καὶ ναέται δεδόνηντο· φόβῳ δʼ ἐλελίζετο μήτηρ
  8. Πενθέος αὐχήεντος, ἐβακχεύθη δὲ μενοινῇ,
  9. μνησαμένη προτέροιο δαφοινήεντος ὀνείρου
  10. πικρὰ προθεσπίζοντος, ἐπεὶ πάρος ὑψόθι λέκτρων
  11. ἐξ ὅτε κοιρανίην πατρώιον ἥρπασε Πενθεύς,
  12. πάννυχον ὑπναλέοις ὀάροις εὕδουσαν Ἀγαύην
  13. φάσματα μιμηλοῖο διεπτοίησεν ὀνείρου,
  14. ἀπλανέος θρῴσκοντα διʼ εὐκεράου πυλεῶνος·
  15. ἔλπετο γὰρ Πενθῆα χοροίτυπον ἁβρὸν ὁδίτην
  16. ἄρσενα κοσμήσαντα γυναικείῳ χρόα πέπλῳ
  17. ῥῖψαι πορφυρόνωτον ἐπὶ χθόνα φᾶρος ἀνάκτων,
  18. θύρσον ἐλαφρίζοντα καὶ οὐ σκήπτροιο φορῆα·
  19. καί μιν ἰδεῖν ἐδόκησε πάλιν Καδμηὶς Ἀγαύη
  20. ἑζόμενον σκιεροῖο μετάρσιον ὑψόθι δένδρου·